Ancient Greek · ~7 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.26
Not analysed yet
Ἐπειδὴ δὲ τῆς ἱστορίας ὧδε γεγόναμεν, λέξω καὶ τὸ γεγονὸς αὐτόσε θαῦμα, ὃ τῆς παρούσης ἱστορίας καθέστηκεν ἄξιον. Ὅτε τὴν Ἀντιόχου πυρπολεῖσθαι τῶν Ἀπαμέων οἱ παῖδες ἐγνώκεσαν, ἱκέτευον τὸν λελεγμένον μοι Θωμᾶν τὸ σωτήριον καὶ ζωοποιὸν τοῦ σταυροῦ ξύλον παρὰ τὸ εἰωθὸς προενεγκεῖν τε καὶ προθεῖναι, ὡς ἂν τὰ τελευταῖα ὁρῷέν τε καὶ κατασπάζοιντο τὴν μόνην τῶν ἀνθρώπων σωτηρίαν ἐφόδιόν τε λάβοιεν τῆς ἑτέρας βιοτῆς, διαπορεύοντος αὐτοὺς τοῦ τιμίου σταυροῦ πρὸς τὴν ἀμείνω λῆξιν. Ὃ δὴ καὶ πεπραχὼς ὁ Θωμᾶς προφέρει τὸ ζωοποιὸν ξύλον, ῥητὰς ἐπαγγείλας ἡμέρας τῆς προθέσεως ὡς ἂν ἐξῇ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν ἁλισθῆναι καὶ τῆς ἐντεῦθεν σωτηρίας ἀπόνασθαι. Φοιτῶσι γοῦν μετὰ τῶν ἄλλων καὶ οἱ ἐς φῶς με προαγαγόντες, ἐς χαμαιδιδασκάλου φοιτῶντά με περιαγόμενοι. Ὡς δ’ οὖν προσκυνῆσαί τε καὶ κατασπάσασθαι τὸν τίμιον ἠξιώθημεν σταυρόν, ἄρας ὁ Θωμᾶς ἄμφω τὼ χεῖρε τὸ τῆς ἀρχαίας κατάρας ἐξαλειπτήριον τοῦ σταυροῦ ξύλον ἐπεδείκνυ, πάντη τῶν θείων ἀνακτόρων περινοστῶν, ὥσπερ ἐν ταῖς κυρίαις τῶν προσκυνήσεων ἡμέραις εἴθιστο. Εἵπετο δὲ τῷ Θωμᾷ μεθισταμένῳ πυρὸς μέγα τι χρῆμα σελαγίζοντος, οὐ κατακαίοντος, ὡς πάντα τὸν χῶρον ἔνθα παρεστὼς τὸν τίμιον ἐπεδείκνυ σταυρὸν ἐμπίπρασθαι δοκεῖν. Καὶ γέγονεν οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ καὶ πολλάκις, τοῦ ἱερέως πάντα τὸν αὐτόσε χῶρον περιϊόντος καὶ τοῦ ἀθροισθέντος λεὼ τοῦτο γενέσθαι Θωμᾶν δυσωποῦντος. Ὅπερ καὶ τὴν γενομένην σωτηρίαν τοῖς Ἀπαμεῦσι προεφήτευεν. Ἀνετέθη τοίνυν καὶ εἰκὼν ἀνὰ τὸν ὄροφον τῶν ἀνακτόρων ταῦτα ταῦτα τοῖς ἀγνοοῦσι τῇ γραφῇ διαγγέλλουσα· ἣ καὶ μέχρι τῆς Ἀδααρμάνου καὶ Περσῶν ἐφόδου διεσώζετο, συνεκαύθη δὲ τῇ αὐτόσε ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ μετὰ τῆς ὅλης πόλεως. Καὶ ταῦτα μὲν ὧδε ἐγεγόνει. Ὁ δὲ Χοσρόης κατὰ τὴν ἄφοδον παρασπονδήσας τὰ συγκείμενα, ἐπεὶ καὶ τηνικάδε συνεδόκει, ἕτερα πέπραχε, τῷ μὲν ἀσταθεῖ αὐτοῦ καὶ ἀβεβαίῳ τρόπῳ συμβαίνοντα, ἥκιστα δὲ ἀνδρὶ λογικῷ, μή τί γε δὴ βασιλεῖ πρέποντα λόγον τῶν συγκειμένων ποιουμένῳ.