Ancient Greek · ~4 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.30
Not analysed yet
Ἰουστινιανὸς ἦν μὲν χρημάτων ἄπληστος, καὶ τῶν ἀλλοτρίων οὕτως ἐκτόπως ἐραστὴς ὡς καὶ τὸ ὑπήκοον ἅπαν χρυσίου πιπράσκειν τοῖς τε τὰς ἀρχὰς ἐπιτροπεύουσι, τοῖς τε τοὺς φόρους ἐκλέγουσι, καὶ τοῖς ὅσοι ἀπ’ οὐδεμιᾶς αἰτίας ῥάπτειν ἐπιβουλὰς τοῖς ἀνθρώποις ἐθέλουσι. Πολλοὺς δὲ καὶ ἀναρίθμους τῶν τὰ πολλὰ κεκτημένων, προφάσεις ἀπροφασίστως ἐπιχρώσας, τὰς οὐσίας ἁπάσας ἐζημίωσεν. Ἢν δὲ καὶ γυνὴ ἑταιριζομένη ἐποφθαλμιῶσά τῳ ὁμιλίαν τινὰ ἢ μῖξιν ἀνέπλασεν, εὐθὺς ἅπαντα φροῦδα τὰ τῶν νόμων καθίστατο, καὶ τὸν Ἰουστινιανὸν προσεταιρισαμένη τοῦ ἀτόπου κέρδους ὅλον τὸν πλοῦτον τοῦ συκοφαντηθέντος οἴκοι μετεσκευάσατο. Καὶ ἀφειδὴς δὲ χρημάτων ὑπῆρχεν· ὥστε καὶ πολλοὺς ἁγίους καὶ ἑκασταχοῦ νεὼς μεγαλοπρεπεῖς ἀναστῆσαι, ἄλλους τε εὐαγεῖς οἴκους ἐς ἐπιμέλειαν ἀνδρῶν τε καὶ γυναίων ἀώρων τε καὶ ἐξώρων καὶ τῶν ὑπὸ νοσημάτων ποικίλων ἐνοχλουμένων· συντάξεις τε μεγάλας ἀποκληρῶσαι, ὅθεν δέοι ταῦτα γίγνεσθαι· πρᾶξαί τε καὶ ἄλλα μυρία εὐσεβῆ καὶ θεῷ ἀρέσκοντα, εἴπερ ἐξ οἰκείων δρῷεν οἱ τούτων ἐργάται καὶ καθαρὰς τὰς σφῶν πράξεις καρποφοροῖεν.