Ancient Greek · ~8 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.31
Not analysed yet
Ἀνέστησε δὲ καὶ κατὰ τὴν Κωνσταντίνου πολλοὺς μὲν ἐς κάλλος ἐξησκημένους τῷ θείῳ καὶ τοῖς ἁγίοις σηκούς. Ἐδομήσατο δὲ μέγα τι καὶ ἀπαράβλητον χρῆμα, οὐχ ἱστορηθὲν πώποτε, τὸν μέγιστον τῆς ἐκκλησίας νηόν, εὐπρεπῆ τε καὶ ἔνδοξον καὶ λόγου δύναμιν ἐκβαίνοντα. Καὶ πειράσομαι δὲ ὡς ἂν οἷός τε ὦ χωρογραφῆσαι τὸ τέμενος. Θόλος ἐστὶν ὁ τῶν ἀνακτόρων νηὸς τέτταρσι μετεωριζομένη ψαλίσιν, ἐς τοσοῦτον ὕψος ἐπαιρομένη ὡς ἔνερθεν μὲν τοῖς ἀτενίζουσι δυσέφικτον εἶναι τοῦ ἡμισφαιρίου τὴν ἀποπεράτωσιν, ὕπερθε δὲ τοὺς γινομένους μηδαμῆ πειρᾶσθαι, εἰ καὶ μάλα τολμητής τις εἴη, ὑπερκύπτειν καὶ ἐς τὸν πυθμένα τὰς ὄψεις παραπέμπειν. Αἱ δὲ ψαλίδες κεναὶ ἐξ ἐδάφους μέχρι τῆς καλύπτρας τῆς ὀροφῆς ἐπαίρονται. Ἐν δεξιᾷ δὲ καὶ κατὰ τὸ εὐώνυμον κίονες αὐταῖς παρατετάχαται ἐκ Θεσσάλου λίθου πεποιημένοι,ὑπερῷά τε μετεωρίζουσιν ἑτέροις παραπλησίοις κίοσι, προκύπτειν τοῖς βουλομένοις διδόντες ἐς τὰ τελούμενα· ὅθεν καὶ ἡ βασιλὶς παροῦσα ταῖς ἑορταῖς τῇ ἱερουργίᾳ τῶν μυστηρίων ἐφίσταται. Αἱ δὲ πρὸς ἀνίσχοντα καὶ δυόμενον ἥλιον οὕτως ἀφείθησαν, οὐδενὸς ἐμποδὼν τῷ θαύματι τοῦ τηλικούτου μεγέθους γινομένου. Στοαὶ δὲ τῶν λελεγμένων ὑπερῴων ἔνερθε κίοσι καὶ ψαλίσι σμικραῖς τοσοῦτον ἔργον ἀποπερατοῦσαι. Ὡς ἂν δὲ καὶ τὸ θαῦμα τῆς οἰκοδομίας τρανότερον ᾖ, καὶ τοὺς πόδας συνεῖδον ἐνθεῖναι τοῦ τε μήκους τοῦ τε εὔρους τοῦ τε ὕψους καὶ τῶν ψαλίδων τό τε διάκενον τό τε ὕψος, ἔχοντας ὧδε· ἔστιν μὲν οὖν τὸ μῆκος ἐκ τῆς καταντικρὺ θύρας τῆς ἱερᾶς κόγχης ἔνθα τὰ τῆς ἀναιμάκτου καλλιερεῖται θυσίας, μέχρις αὐτῆς, ποδῶν ἑκατὸν ἐνενήκοντα· τὸ δέ γε εὖρος κατὰ βορρᾶν καὶ νότον ποδῶν ἑκατὸν πεντεκαίδεκα· τὸ δὲ βάθος ἀπὸ τοῦ κέντρου τοῦ ἡμισφαιρίου μέχρις ἐδάφους ποδῶν ἑκατὸν ὀγδοήκοντα· καὶ τῶν ψαλίδων, τὸ μὲν ἑκάστης εὖρος ποδῶν ,τὸ δέ γε μῆκος ἀπὸ ἀνατολῶν εἰς δύσιν πόδες διακοσίων ἑξήκοντα· τὸ δὲ πλάτος τοῦ ἐμφώτου αὐτῶν ποδῶν ἑβδομήκοντα πέντε· εἰσὶ δὲ καὶ πρὸς δυόμενον ἥλιον ἐκπρεπεῖς ἕτεραι δύο στοαί, καὶ πάντοθεν ὑπαίθριοι αὐλαὶ εἰς κάλλος ἐξησκημέναι. Εἴργασται δὲ αὐτῷ καὶ ὁ τῶν θεσπεσίων ἀποστόλων νηὸς οὐκ ἐθέλων ἑτέρῳ τὰ πρωτεῖα διδόναι· ἐν ᾧ οἵ τε βασιλεῖς οἵ τε ἱερωμένοι τῆς νενομισμένης ταφῆς τυγχάνουσι. Περὶ μὲν οὖν τούτων καὶ τῶν τοιούτων ἁμωσγέπως εἰπεῖν τοιαῦτα.