Ancient Greek · ~6 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.32
Not analysed yet
Ὑπῆν δὲ καὶ ἕτερον τῷ Ἰουστινιανῷ πᾶσαν θηριώδη γνώμην ἐκβαῖνον, εἴτε δὲ φύσεως ἁμαρτία, εἴτε δειλίας τε καὶ φόβων ἔκγονον, οὐκ ἔχω λέγειν, ἐκ τῆς δημώδους στάσεως τοῦ Νίκα τὴν ἀρχὴν ἕλκον. Ἐδόκει γὰρ θἀτέρῳ τῶν μερῶν, τῷ κυανέῳ φημί, ἀτεχνῶς προσκεκλίσθαι ἐς τοσοῦτον ὥστε καὶ μιαιφονίας αὐτοὺς ἐν μέσῃ ἡμέρᾳ καὶ ἐν μέσῃ τῇ πόλει ἐργάζεσθαι τῶν ἀπ’ ἐναντίας, καὶ μὴ μόνον ποινὰς μὴ δεδιέναι ἀλλὰ καὶ γερῶν ἀξιοῦσθαι, ὡς πολλοὺς ἀνδροφόνους ἐντεῦθεν γενέσθαι. Ἐξῆν δὲ αὐτοῖς καὶ τοῖς οἴκοις ἐπιέναι καὶ τὰ ἐναποκείμενα κειμήλια ληΐζεσθαι καὶ τοῖς ἀνθρώποις τὰς σφῶν πιπράσκειν σωτηρίας. Καὶ ἤν τις τῶν ἀρχόντων εἴργειν ἐπειράθη, περὶ τὴν σωτηρίαν αὐτὴν ἐκινδύνευεν. Ὅθεν ἀμέλει εἷς τις τὴν ἑῴαν ἐπιτροπεύων ἀρχήν, ἐπεὶ ἐνίους τῶν νεωτεριζόντων νεύροις ἐσωφρόνισεν, ἀνὰ τὸ μεσαίτατον τῆς πόλεως νεύροις ᾐκίσθη τε καὶ περιηνέχθη. Καλλίνικος δὲ τῶν Κιλίκων ἡγούμενος, δύο ἀνδροφόνω Κίλικε, Παῦλον καὶ Φαυστῖνον, ἐπελθόντε οἱ καὶ διαχρήσασθαι βουλομένω, ἐπεὶ ταῖς ἐκ νόμων ποιναῖς ἐκτέθεικεν, ἀνεσκολοπίσθη, ποινὴν ὑπὲρ ὀρθῆς συνέσεως καὶ τῶν νόμων ταύτην καταβαλών. Ἐντεῦθεν οἱ θἀτέρου μέρους τὰ οἰκεῖα φεύγοντες καὶ πρὸς οὐδένων ἀνθρώπων δεξιούμενοι, ἀλλὰ καὶ ὡς ἅγη πάντοθεν ἐλαυνόμενοι, τοῖς ὁδοιποροῦσιν ἐφήδρευον λωποδυσίας τε καὶ μιαιφονίας ἐργαζόμενοι, ὡς πάντα πλήρη θανάτων ἀώρων λεηλασίας τε καὶ τῶν λοιπῶν ἀτοπημάτων εἶναι. Ἔστιν δὲ οὗ πρὸς τὰ ἐναντία μεταχωρήσας καὶ αὐτοὺς διεχρήσατο, τοῖς νόμοις ἐκδοὺς οὓς ἀφῆκεν ἀνὰ τὰ ἄστη ἀνοσιουργεῖν βαρβάροις ἴσα. Καὶ τὰ μὲν περὶ τούτων λεπτομερῶς λέγειν κρεῖττον καὶ λόγου καὶ χρόνου· ἀπόχρη δὲ ταῦτα τεκμηριῶσαι καὶ τὰ ἐπίλοιπα.