Ancient Greek · ~5 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.35
Not analysed yet
Ἦν δὲ τηνικάδε καὶ Θωμᾶς τόνδε διαθλεύων τὸν βίον ἀνὰ τὴν κοίλην Συρίαν, ὃς πρὸς τὴν Ἀντιόχου γέγονεν τὴν ἐπέτειον χορηγίαν κομιούμενος τῆς κατ’ αὐτὸν μονῆς· ἐντέτακτο δὲ ἐκ τῆς αὐτόσε ἐκκλησίας. Τοῦτον ὁ Ἀναστάσιος οἰκονομῶν τὴν ἐκκλησίαν, ἐπειδὴ συχνῶς αὐτὸν ἠνώχλει, τῇ χειρὶ κατὰ κόρρης ῥαπίζει· καὶ δυσανασχετούντων τῶν σφίσι παρόντων, ἔφη οὔτε αὐτὸν ἔτι λήψεσθαι, οὔτε τὸν Ἀναστάσιον δώσειν· καὶ ἄμφω γενέσθαι, Ἀναστασίου μὲν μεθ’ ἡμέραν μίαν τὸν βίον καταστρέψαντος, Θωμᾶ δὲ ἐν τῷ τῶν νοσούντων καταγωγίῳ ἀνὰ τὸ προάστειον Δάφνην ἐν τῇ ἀποπορεύσει ἐπὶ τὸν ἀγήρω μεταστάντος βίον. Οὗ τὸν νεκρὸν ἔθεντο ἐν τοῖς τῶν ἐπηλύδων τάφοις. Ἐπειδὴ δέ, ἑνὸς καὶ δευτέρου τεθέντοιν, ὕπερθεν αὐτοῖν τὸ αὐτοῦ σῶμα γέγονε, μέγιστον θαῦμα τοῦ θεοῦ καὶ μετὰ θάνατον αὐτὸν ἀναδεικνύντος —ἀπεπέμποντο γὰρ μακρὰν ἀποκρουόμενοι —,θαυμάσαντες τὸν ἅγιον Ἐφραιμίῳ διαγγέλλουσι. Καὶ μετὰ δημοτελοῦς ἀγερωχίας καὶ πομπῆς μετακομίζεται ὁ πανάγιος αὐτοῦ νεκρὸς ἀνὰ τὴν Ἀντιόχου, ἔν τε τῷ κοιμητηρίῳ τιμᾶται, τὴν τηνικαῦτα φοιτήσασαν λοιμώδη νόσον τῇ μεταθέσει παύσας. Οὗ καὶ τὴν ἐτησίαν ἑορτὴν μέχρι ἡμῶν παῖδες Ἀντιοχέων μεγαλοπρεπῶς ἄγουσιν. Ἀλλ’ ἐπὶ τὸ προκείμενον τοῦ λόγου τὴν ῥύμην μεταγάγωμεν.