Ancient Greek · ~6 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.36
Not analysed yet
Ἀνθίμου ὥς μοι λέλεκται τοῦ θρόνου τῆς βασιλίδος ἐκβεβλημένου, Ἐπιφάνιος τὴν ἐπισκοπὴν διαδέχεται. Μετὰ δὲ αὖ Ἐπιφάνιον Μηνᾶς, ἐφ’ οὖ καὶ θαῦμα γέγονε λόγου πολλοῦ ἄξιον. Ἔθος παλαιὸν βούλεται ἀνὰ τὴν βασιλεύουσαν, ὅταν πολύ τι χρῆμα τῶν ἁγίων μερίδων τοῦ ἀχράντου σώματος Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐναπομείνῃ, παῖδας ἀφθόρους μεταπέμπτους γίνεσθαι παρὰ τῶν ἐς χαμαιδιδασκάλου φοιτώντων, καὶ ταῦτα κατεσθίειν. Ὅπερ ἐπειδὴ γέγονεν, ἡλίσθη μετὰ τῶν παίδων ὑαλουργοῦ παῖς, Ἑβραίου τὴν δόξαν· ὃς τοῖς γονεῦσι τὴν αἰτίαν τῆς βραδυτῆτος πυνθανομένοις ἀνεῖπε τὸ γεγονός, καὶ ὅπερ ἀποφαγὼν σὺν τοῖς ἄλλοις παισὶν εἴη. Ὁ δὲ φύσας θυμωθεὶς καὶ μηνίσας, ἐν τῷ πνιγεῖ τῶν ἀνθράκων ἔνθα τὴν ὕαλον ἐμόρφου τὸν παῖδα καθίησι ἀνάψας. Ὡς δὲ τὸν παῖδα ἡ μήτηρ ζητοῦσα εὑρεῖν οὐκ ἴσχυεν, πανταχῆ τῆς πόλεως ᾔει ποτνιωμένη καὶ λύγιον κωκύουσα· καὶ τριταία παρὰ τὴν θύραν τοῦ ἐργαστηρίου τἀνδρὸς ἑστῶσα ὀνομαστὶ ἀνεκάλει τὸν παῖδα, τοῖς θρήνοις σπαραττομένη. Ὁ δὲ τῆς φωνῆς τῆς μητρὸς συνιεὶς ἐκ τοῦ πνιγέως ἀνταπεκρίνετο. Ἡ δὲ τὰς θύρας διατεμοῦσα εἴσω τε γενομένη ὁρᾷ τὸν παῖδα τῶν ἀνθράκων μέσον ἑστῶτα, τοῦ πυρὸς αὐτοῦ μὴ προσψαύοντος. Ὃς ἀνερωτώμενος ὅπως ἀπαθὴς μεμενήκει, γυναῖκα ἔφη πορφυρᾶν ἀμπεχομένην ἐσθῆτα συχνὰ φοιτῶσαν παρ’ αὐτὸν ὕδωρ ὀρέγειν, καὶ τούτῳ τοὺς πλησιάζοντας τῶν ἀνθράκων κατευνάζειν, σιτίζειν τε αὐτὸν ὁσάκις πεινῴη. Ὅπερ ἐπειδὴ ἐς Ἰουστινιανὸν ἠνέχθη, τὸν μὲν παῖδα καὶ τὴν μητέρα τῷ λουτρῷ τῆς παλιγγενεσίας φωτισθέντας ἐκλήρωσε· τὸν δὲ φύσαντα οὐκ ἀνασχόμενον Χριστιανοῖς ἐναριθμηθῆναι ἐν Συκαῖς ὡς παιδοφόνον ἀνεσκολόπισε. Καὶ ταῦτα μὲν τῇδε γέγονε.