Ancient Greek
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.38.1
Not analysed yet
Τῆς πρεσβυτέρας μὲν οὖν Ῥώμης ἡγουμένου Βιγιλίου, τῆς δὲ νέας πρῶτα μὲν Μηνᾶ, εἶτ’ Εὐτυχίου, τῆς δὲ Ἀλεξάνδρου Ἀπολιναρίου, καὶ τῆς Ἀντιόχου Δομνίνου, Ἱεροσολύμων τε Εὐστοχίου, τὴν πέμπτην μεταπέμπεται σύνοδον Ἰουστινιανὸς ἐξ αἰτίας τοιᾶσδε· Εὐστόχιος, κατακρατούντων καὶ μάλιστα ἐν τῇ καλουμένῃ νέᾳ λαύρᾳ τῶν τὰ Ὠριγένους θρησκευόντων δόγματα, πᾶσαν ἔθετο σπουδὴν τούτους ἀπελάσαι. Καὶ καταλαβὼν τὴν αὐτὴν νέαν λαύραν ἅπαντας ἐκβεβλήκει, ὥσπερ ἅγη κοινὰ μακρὰν ἐκδιώξας· οἲ καὶ σποράδες γενόμενοι πολλοὺς σφίσι προσηταιρίσαντο. Τούτων ὑπερήσπιζε Θεόδωρος ἐπίκλην Ἀσκιδᾶς, ἐπίσκοπος μὲν τῆς Καίσαρος ἣ προκάθηται τοῦ Καππαδοκῶν ἔθνους, Ἰουστινιανῷ δὲ προσεδρεύων πιστός τέ οἱ καθεστὼς καὶ ἐς τὰ μάλιστα ἐπιτήδειος. Κυκῶντος οὖν αὐτοῦ τὰ βασίλεια, καὶ πᾶσαν ἀσέβειαν καὶ ἀθεμιτουργίαν τὸ πρᾶγμα καλοῦντος, στέλλονται πρὸς τὴν βασιλέως πόλιν πρὸς Εὐστοχίου Ῥοῦφος ἡγούμενος τῆς Θεοδοσίου μονῆς καὶ Κόνων τῆς Σάβα, τὰ πρώτιστα τῆς ἐρήμου φέροντες ἔκ τε τῆς οἰκείας ἀξιώσεως καὶ ὧν ἡγοῦντο φροντιστηρίων· γεγόνασι δὲ σὺν αὐτοῖς καὶ ἕτεροι, οὐ πολλῷ τῆς ἀξίας αὐτῶν λειπόμενοι. Καὶ οὗτοι μὲν τὰ κατὰ Ὠριγένην πρωτοτύπως ἐκίνουν καὶ Εὐάγριον καὶ Δίδυμον. Θεόδωρος δὲ ὁ Καππαδόκης, ἑτέρωθι τούτους ἀφέλκειν ἐθέλων, ἐπεισάγει τὰ κατὰ Θεόδωρον τὸν Μοψουεστίας καὶ Θεοδώρητον καὶ Ἴβαν, τοῦ παναγάθου θεοῦ πάντα καλῶς οἰκονομήσαντος ἵν’ ἐκεῖθεν ἐντεῦθεν τὰ βέβηλα ἐξωσθείη. Πρώτης τοίνυν κινήσεως γενομένης εἰ δέοι τοὺς τετελευτηκότας ἀναθέμασι περιβληθῆναι, Εὐτύχιος παρὼν τὴν θείαν ἐς ἄκρον ἐξησκημένος γραφήν, ἐσέτι ζῶντος Μηνᾶ, οὐδὲ τῶν διαφανῶν ὤν —ταῖς γὰρ ἀποκρίσεσι τοῦ Ἀμασείας ἐπισκόπου διηκονεῖτο —,διαρρήδην εἶπεν, οὐκ ἐν φρονήματι μόνον, ἀλλὰ καὶ ἐν καταφρονήματι τοὺς ἁλισθέντας ἑωρακώς, μηδὲ βουλῆς τοῦτο δεῖσθαι· ἐπεὶ καὶ Ἰωσίας ὁ βασιλεὺς οὐ τοὺς ζῶντας ἱερέας τῶν δαιμόνων πάλαι μόνον κατέσφαξεν, ἀλλὰ καὶ τῶν πρὸ πολλοῦ τεθνηκότων τὰς θήκας ἀνώρυξε. Τοῦτο πρὸς ἔπος ἅπασιν ἔδοξε λελέχθαι. Ὅπερ καὶ Ἰουστινιανὸς ἐγνωκὼς ἐς τὸν τῆς βασιλευούσης αὐτὸν ἀνεβίβασε θρόνον, παραυτίκα Μηνᾶ τελευτήσαντος. Βιγίλιος μὲν οὖν ἐγγράφως συνθέμενος συνεδρεύειν οὐχ εἵλετο. Πυθομένου δὲ Ἰουστινιανοῦ τῆς ἁλισθείσης συνόδου, τί φασι περὶ Θεοδώρου καὶ ὧν Θεοδώρητος κατὰ Κυρίλλου καὶ τῶν δώδεκα αὐτοῦ κεφαλαίων εἴρηκε, καὶ τῆς λεγομένης ἐπιστολῆς Ἴβα τῆς πρὸς Μάριν τὸν Πέρσην, ἀναγνωσθεισῶν πολλῶν ῥήσεων Θεοδώρου· καὶ Θεοδωρήτου, δειχθέντος δὲ ὡς καὶ πάλαι Θεόδωρος κατεκέκριτο καὶ ἐκ τῶν ἱερῶν ἀπηλίφη δέλτων, καὶ ὡς καὶ μετὰ θάνατον δέοι τοὺς αἱρετικοὺς κατακρίνεσθαι, Θεόδωρον μὲν ἁπάσαις τὸ δὴ λεγόμενον ἀναθεματίζουσι, καὶ τὰ εἰρημένα Θεοδωρήτῳ κατὰ τῶν δύο καὶ δέκα κεφαλαίων Κυρίλλου καὶ τῆς ὀρθῆς πίστεως, καὶ τὴν ἐπιστολὴν Ἴβα τὴν πρὸς Μάριν τὸν Πέρσην, φήσαντες ταῦτα τὰ ῥήματα· Τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἐν τοῖς εὐαγγελίοις παραβολὴν. . . Καὶ μεθ’ ἕτερα· Κατακρίνομεν δὲ καὶ ἀναθεματίζομεν, πρὸς τοῖς ἄλλοις ἅπασιν αἱρετικοῖς τοῖς κατακριθεῖσι καὶ ἀναθεματισθεῖσι παρὰ τῶν εἰρημένων ἁγίων τεσσάρων συνόδων καὶ ἀπὸ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, καὶ Θεόδωρον τὸν λεγόμενον ἐπίσκοπον Μοψουεστίας, καὶ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα, καὶ τὰ ἀσεβῶς συγγραφέντα παρὰ Θεοδωρήτου κατά τε τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ ἁγίας πρώτης συνόδου, καὶ ὅσα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται. Καὶ πρὸς τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην. Καὶ μετὰ ἔνια, ἐξέθεντο τέσσαρα καὶ δέκα κεφάλαια περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως. Καὶ ταῦτα μὲν οὕτω προκεχωρήκει. Ἐκ λιβέλλων δὲ ἐπιδεδομένων πρὸς Εὐλογίου, Κόνωνος, Κυριακοῦ, καὶ Παγκρατίου μοναχῶν κατὰ τῶν Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου δογμάτων καὶ τῶν ἑπομένων τῇ τούτου δυσσεβείᾳ καὶ πλάνῃ, πυνθάνεται Ἰουστινιανὸς τῆς ἁλισθείσης συνόδου περὶ τούτων, συζεύξας καὶ τοῦ λιβέλλου τὸ ἴσον ἀτὰρ καὶ τὰ πρὸς Βιγίλιον περὶ τούτων ἐπεσταλμένα. Ἐξ ὧν ἁπάντων ἔστιν ἑλεῖν ὅπως ἐσπουδάσθη τῷ Ὠριγένει Ἑλληνικῶν καὶ Μανιχαϊκῶν ζιζανίων ἐμπλῆσαι τῶν ἀποστολικῶν δογμάτων τὸ λιτόν. Ἀναφορὰ τοίνυν γέγονε πρὸς Ἰουστινιανὸν παρὰ τῆς συνόδου μετὰ τὰς γενομένας παρ’ αὐτῆς ἐκβοήσεις κατὰ Ὠριγένους καὶ τῶν τὰ αὐτὰ ἐκείνῳ πεπλανημένων. Ὧν ἔνια τούτοις ἔγκειται τοῖς ῥήμασι· Τῆς ἄνωθεν εὐγενείας μετέχουσαν κεκτημένος τὴν ψυχήν, χριστιανικώτατε βασιλεῦ. . . Καὶ μεθ’ ἕτερα· Ἐφύγομεν τοίνυν, ἐφύγομεν ταύτην. Οὐ γὰρ ἐγνωρίσαμεν τῶν ἀλλοτρίων τὴν φωνήν, καὶ ὡς κλέπτην καὶ ὡς λῃστὴν τὸν τοιοῦτον τοῖς τοῦ ἀναθέματος βρόχοις ἀσφαλῶς περισφίγξαντες, τῶν ἱερῶν ἔξω περιβόλων ἀπεβαλόμεθα. Καὶ μετ’ ὀλίγα· Τῶν δὲ παρ’ ἡμῶν πεπραγμένων διὰ τῆς ἐπ’ αὐτοῖς ἀναγνώσεως εἴσεσθε τὴν δύναμιν. Τούτοις συνέζευξαν καὶ τὰ κεφάλαια τὰ ὅσα πρεσβεύειν οἱ τὰ Ὠριγένους δοξάζοντες ἐδιδάχθησαν δηλοῦντα, τάς τε συμφωνίας αὐτῶν ἀτὰρ καὶ τὰς διαφωνίας, καὶ τὴν πολυσχεδῆ τούτων πλάνην. Ἐν τούτοις ἐστὶ πέμπτον κεφάλαιον τῶν βλασφημηθέντων ἀπὸ ἰδικῶν προσώπων τῆς καλουμένης νέας λαύρας, ἔχον ὧδε· Θεόδωρος ὁ Ἀσκιδᾶς ὁ Καππαδόκης εἶπεν· Εἰ νῦν οἱ ἀπόστολοι καὶ οἱ μάρτυρες θαυματουργοῦσι καὶ ἐν τῇ τοσαύτῃ τιμῇ ὑπάρχουσιν, ἐν τῇ ἀποκαταστάσει εἰ μὴ ἴσοι γένοιντο τῷ Χριστῷ, ποία ἀποκατάστασις αὐτοῖς ἐστιν; Ἀνηνέχθησαν αὐτοῖς καὶ Διδύμου καὶ Εὐαγρίου καὶ Θεοδώρου ἕτεραι πολλαὶ βλασφημίαι μάλα σπουδαίως τὰ περὶ τούτων ἐκλεξαμένοις. Μετὰ τοίνυν ταύτην τὴν σύνοδον χρόνου τινὸς ἐν μέσῳ διαστάντος, Εὐτύχιος μὲν ἐκβάλλεται, Ἰωάννης δὲ τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως ἐκκλησίας ἀντεισάγεται, ὁ ἐκ τοῦ Σηρήμιος· κώμη δὲ αὕτη ἐν τῇ Κυνηγικῇ κειμένη τῆς Ἀντιοχέων χώρας.