Ancient Greek · ~2 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.37
Not analysed yet
Μετὰ δὲ Μηνᾶν Εὐτύχιος εἰς τὸν θρόνον ἄνεισιν. Ἀνὰ δὲ τὰ Ἱεροσόλυμα μετὰ Μαρτύριον Σαλούστιος τὸν θρόνον διαδέχεται, Ἡλίας τε μετὰ τοῦτον, Πέτρος τε αὖ, καὶ μετ’ ἐκεῖνον Μακάριος, οὔπω βασιλέως προσηκαμένου,ὃς ἐξώσθη τῆς οἰκείας καθέδρας· ἔφασκον γὰρ αὐτὸν τὰ Ὠριγένους πρεσβεύειν δόγματα. Μεθ’ ὃν τὴν ἐπισκοπὴν Εὐστόχιος διεδέξατο. Μετὰ δὲ τὴν ἐκβολὴν Θεοδοσίου ὡς προδεδιήγηται, ἐπίσκοπος τῆς Ἀλεξανδρέων Ζώϊλος ἀναδείκνυται· καὶ τοῖς αὐτῶν ἡγησαμένοις προστεθέντος,Ἀπολινάριος τὴν καθέδραν ἐγχειρίζεται. Μετὰ δὲ Ἐφραίμιον Δομνῖνος τὸν Ἀντιοχείας πιστεύεται θρόνον.