Ancient Greek · ~1 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.41
Not analysed yet
Ἀλλὰ τοῦ θεοῦ κρεῖττόν τι προβλεψαμένου περὶ ἡμῶν, ὁ λόγος οὐκ ἐδημοσιεύθη. Ὁ γὰρ Ἰουστινιανὸς τὴν Ἀναστασίου καὶ τῶν ἀμφ’ αὐτὸν ἱερέων ἐξορίαν ὑπαγορεύων, ἀοράτως τρωθεὶς τὸν τῇδε κατέστρεψε βίον, βασιλεύσας τὰ πάντα ὀκτὼ καὶ τριάκοντα ἔτη πρὸς μησὶν ὀκτώ. Τέλος τοῦ τετάρτου τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.