Ancient Greek · ~7 min
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ της ἐκκλησιαστικης ἱστορίας Εὐαγρίου σχολαστικοῦ·
Not analysed yet
α Περὶ τῆς Ἰουστίνου ἀναρρήσεως, καὶ τοῦ τρόπου αὐτοῦ. β Περὶ τῆς ἀναιρέσεως Ἰουστίνου τοῦ ἀνεψιοῦ αὐτοῦ. γ Περὶ τῶν ἀλιτηρίων Ἀδδαίου καὶ Αἰθερίου. δ Περὶ τοῦ προγράμματος τῆς πίστεως ἡμῶν, ὅπερ Ἰουστῖνος τοῖς ἁπανταχοῦ Χριστιανοῖς ἔγραψεν. ε Περὶ τῆς ἐκβολῆς Ἀναστασίου ἐπισκόπου Θεουπόλεως. ϛ Ὡς μετὰ Ἀναστάσιον Γρηγόριος ἐπίσκοπος γέγονε, καὶ περὶ τοῦ τρόπου αὐτοῦ. ζ Ὡς οἱ λεγόμενοι Ἀρμένιοι Πέρσαι τοῖς Χριστιανοῖς προσεχώρησαν· διόπερ ὁ πρὸς Πέρσας ἀνερράγη πόλεμος. η Περὶ Μαρκιανοῦ στρατηγοῦ, καὶ τῆς πολιορκίας Νισίβεως. θ Ὡς ὁ Χοσρόης Ἀδααρμάνην στρατηγὸν κατὰ Ῥωμαίων ἐξαποστείλας πολλὰ κακὰ τούτοις διαθέντα πρὸς Νίσιβιν αὐτὸς ἀπῆλθεν. ι Περὶ τῆς ἁλώσεως Ἀπαμείας, καὶ τοῦ Δάρας. ια Ὡς ὁ βασιλεὺς Ἰουστῖνος φρενίτιδι νόσῳ ἑάλω, Τιβέριος δὲ τὴν φροντίδα τῶν ὅλων ἀνεδέξατο. ιβ Ὡς Τραϊανὸς διαπρεσβευσάμενος πρὸς Χοσρόην τὰ τῶν Ῥωμαίων ἐπηνώρθωσε πράγματα. ιγ Περὶ τῆς εἰς τὴν βασιλείαν ἀναρρήσεως Τιβερίου, καὶ τοῦ ἤθους αὐτοῦ. ιδ Ὡς ὁ βασιλεὺς Τιβέριος στρατὸν πολὺν ἀγείρας κατὰ Χοσρόου καὶ στρατηγὸν Ἰουστινιανὸν ἐξαποστείλας, τοῦτον ἐκ τῆς Ῥωμαίων γῆς ἀπήλασεν. ιε Ὅτι Χοσρόης δυσθυμήσας διὰ τὴν ἧτταν ἐτελεύτησεν, ὁ δὲ υἱὸς αὐτοῦ Ὁρμίσδης τῆς τῶν Περσῶν ἀρχῆς ἀντελάβετο. ιϛ Τίνες ἐπίσκοποι τὸ τηνικαῦτα τῶν μεγάλων ἦσαν παροικιῶν. ιζ Περὶ τοῦ γεγονότος ἐπὶ Τιβερίου ἐν Ἀντιοχείᾳ σεισμοῦ. ιη Περὶ τῆς ἐπαναστάσεως τῆς κατὰ τὸν ἐναγῆ Ἀνατόλιον. ιθ Περὶ τῆς στρατηγίας Μαυρικίου, καὶ τῶν ἀρετῶν αὐτοῦ. κ Ὡς Ταμχοσρόην καὶ Ἀδααρμάνην τοὺς Περσῶν στρατηγοὺς ἐνίκησεν Μαυρίκιος. κα Περὶ τῶν μηνυσάντων σημείων τὴν βασιλείαν Μαυρικίῳ. κβ Περὶ τῆς ἀναγορεύσεως Μαυρικίου καὶ Αὐγούστης. κγ Περὶ χρόνων ἀναγραφῆς ἀπὸ Ἰουστίνου τοῦ νέου μέχρι Μαυρικίου. κδ Περὶ τῆς καθ’ εἱρμὸν ἱστορίας μέχρις ἡμῶν σωζομένης.