Ancient Greek · ~4 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.5
Not analysed yet
Ὑπὸ τοῖς αὐτοῖς Ἰουστίνου χρόνοις ἐμπρησμοί τε συχνοὶ καὶ δεινοὶ καὶ δεινοὶ κατὰ τὴν Ἀντιόχου γεγόνασιν, ὥσπερ ἡγούμενοι τῶν γενομένων ἐν αὐτῇ φοβερωτάτων κλόνων καὶ προοίμιον τοῖς παθήμασι παρεχόμενοι. Μετὰ γὰρ βραχύν τινα καιρόν, ἐν τῷ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας, μηνὶ δεκάτῳ, ἀνὰ τὸν Ἀρτεμίσιον μῆνα ἤτοι Μάϊον, ἐνάτῃ καὶ εἰκοστῇ αὐτοῦ ἡμέρᾳ, κατ’ αὐτὸ τῆς μεσημβρίας τὸ σταθερώτατον τῆς ἕκτης ἡμέρας τῆς καλουμένης ἑβδομάδος, βρασμὸς καὶ σεισμὸς ἐπελθόντες τῇ πόλει μικροῦ πᾶσαν ἀνατρέψαντες κατήγαγον· οἷς καὶ πῦρ εἵπετο ὥσπερ τὴν συμφορὰν μετ’ αὐτῶν διανειμάμενον. Ἃ γὰρ ἐκεῖνοι οὐ κατέβαλον, τὸ πῦρ ἀμφινεμόμενον ἐξηνθράκωσέ τε καὶ ἀπετέφρωσε. Καὶ ὅσα μὲν τῆς πόλεως πέπονθεν ὅσοι τε τοῦ πυρὸς καὶ τῶν σεισμῶν ἔργον γεγόνασιν ὡς τὸ εἰκὸς ὑπέθετο, ὁποῖά τε παράδοξα καὶ λόγου κρείττω συμβέβηκε, περιπαθῶς ἀφήγηται Ἰωάννῃ τῷ ῥήτορι, ὧδε τῆς ἱστορίας καταλήξαντι. Τελευτᾷ δ’ οὖν ἐγκαταληφθεὶς τοῖς πτώμασι καὶ ὁ Εὐφράσιος, ἄλλη τῆς πόλεως συμφορά, ἵνα μὴ τῶν ἐπιτηδείων ὁ προνοῶν ᾖ.