Ancient Greek · ~2 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.6
Not analysed yet
Ἀλλ’ ἡ τῶν ἀνθρώπων σώτειρα τοῦ θεοῦ κηδεμονία, ἡ πρὸ τῆς πληγῆς τὰ φάρμακα πλάττουσα καὶ φιλανθρωπίᾳ τὸ ξίφος τῆς ὀργῆς θήγουσα, ἡ παρ’ αὐτὴν τὴν ἀπόγνωσιν τὴν οἰκείαν ἀνοιγνῦσα συμπάθειαν, Ἐφραίμιον διανέστησε τῆς ἑῴας ἀρχῆς τὰς ἡνίας διέποντα πᾶσαν ἀναζώσασθαι φροντίδα μηδὲν τῶν ἐπιτηδείων ἐπιλιπεῖν τὴν πόλιν. Ὃν κἀντεῦθεν ἀγασάμενοι Ἀντιοχέων παῖδες εἰς ἱερέα ψηφίζονται· καὶ τὸν ἀποστολικὸν λαγχάνει θρόνον ὥσπερ μισθὸν καὶ γέρα τῆς τοσαύτης προνοίας τοῦτον κληρωσάμενος. Πέπονθε καὶ αὖθις ὑπὸ σεισμῶν μετὰ μῆνας τριάκοντα. Τότε καὶ Θεοῦ πόλις ἡ Ἀντιόχου προσηγορεύθη πόλις, καὶ ἄλλης προνοίας πρὸς τοῦ βασιλέως τυχοῦσα.