Ancient Greek
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.11
Not analysed yet
Ἅπερ ἐπειδὴ ἠκηκόει ὁ Ἰουστῖνος, ἐκ τοσούτου τύφου καὶ ὄγκου οὐδὲν ὑγιὲς ἢ φρενῆρες ἐννοήσας οὐδὲ ἀνθρωπίνως τὸ συνενεχθὲν ἀνατλάς, ἐς φρενίτιδα νόσον καὶ μανίαν ἐμπίπτει, οὐδὲν λοιπὸν τῶν γινομένων συνιείς. Διῴκει δὲ τὸ πολίτευμα Τιβέριος, Θρᾷξ μὲν γένος, τὰ πρωτεῖα δὲ παρὰ Ἰουστίνῳ φέρων· ὃν καὶ κατὰ τῶν Ἀβάρων πρώην ἐπεπόμφει, πολὺ ἀγείρας πλῆθος στρατοῦ. Ὃς καὶ μικροῦ ἑάλω, τῶν στρατιωτῶν μηδὲ τὴν θέαν τῶν βαρβάρων ὑπενεγκάντων, εἰ μὴ θεία πρόνοια παραδόξως τοῦτον διέσωσε καὶ εἰς τὴν Ῥωμαίων βασιλείαν ἐφύλαξε, κινδυνεύσασαν τοῖς Ἰουστίνου παραλόγοις ἐγχειρήμασι σὺν καὶ τῷ ὅλῳ πολιτεύματι διαρρυῆναι, καὶ βαρβάροις τῆς τοσαύτης ἀρχῆς ἐκστῆναι.