Ancient Greek
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.10
Not analysed yet
Ὡς δ’ οὖν τῆς πείρας ταύτης διήμαρτεν Ἀδαρμαάνης, ἐμπρήσας τὴν πάλαι μὲν Ἡράκλειαν, ὕστερον δὲ Γαγγαλικὴν ὀνομασθεῖσαν, Ἀπάμειαν κατείληφεν, πρὸς Σελεύκου τοῦ Νικάνορος συνοικισθεῖσαν, πάλαι μὲν εὐδαίμονα καὶ πολυάνθρωπον, τῷ χρόνῳ δὲ τὰ πολλὰ διαρρυεῖσαν. Ὃς ἐπί τισι συμβάσεσι τὴν πόλιν παρειληφώς, ἐπεὶ μηδὲ ἀντιστῆναι οἶοί τε καθειστήκεισαν τοῦ τείχους ὑπὸ γήρως ἐπὶ γῆς κειμένου, πᾶσαν ἐμπρήσας καὶ πάντα ληϊσάμενος παρὰ τὰ συγκείμενα, ἀπιὼν ᾤχετο ἐξανδραποδίσας τὴν πόλιν καὶ τὰ προστυχόντα χωρία. Μεθ’ ὧν καὶ τὸν ἱερέα τῆς πόλεως καὶ τὸν τὴν ἀρχὴν ἐπιτροπεύοντα ζωγρίας ἀπήγαγεν. Τὰ πάντα δεινὰ καὶ κατὰ τὴν ἀποπόρευσιν εἰργάσατο, οὐδενὸς ἀνείργοντος ἣ ὅλως ἀντιπίπτοντος, πλὴν ἐλαχίστου κομιδῇ στρατοῦ πρὸς Ἰουστίνου πεμφθέντος ὑπὸ Μάγνῳ ταττομένου, πρώην μὲν ἀργύρου τραπέζης προϊσταμένῳ κατὰ τὴν βασιλέως, ὕστερον δὲ καὶ μίαν τῶν βασιλικῶν οἰκιῶν ἐμπιστευθέντι πρὸς Ἰουστίνου· οἳ καὶ προτροπάδην ἔφυγον, μικροῦ δορυάλωτοι ληφθέντες. Ἀδαρμαάνης μὲν οὖν ταῦτα κατειργασμένος τὸν Χοσρόην κατειλήφει, οὔπω τὴν πόλιν ἐκπολιορκήσαντα. Ὃς προστεθεὶς αὐτοῖς μεγάλην ῥοπὴν δέδωκε, τούς τε οἰκείους ἀναθαρσήσας τό τε ἀντίξοον καταπλήξας. Εὕρηκε δὲ τήν τε πόλιν ἀποτειχισθεῖσαν καὶ χοῦν ἀγχοῦ τοῦ τείχους συμφορηθέντα πολὺν καὶ τὰς ἑλεπόλεις μηχανὰς ἑστώσας, καὶ μάλιστα τοὺς καταπέλτας ἐξ ὑπερδεξίων ῥιπτοῦντας, οὓς λιθοβόλους ἡ συνήθεια καλεῖ. Οἷς καὶ τὴν πόλιν κατὰ κράτος εἷλεν ὁ Χοσρόης κατὰ τὴν ὥραν τοῦ χειμῶνος, Ἰωάννου τοῦ Τιμοστράτου παιδὸς αὐτῆς ἄρχοντος, ἥκιστα πεφροντικότος ἢ καὶ καταπροδόντος. Λέγεται γὰρ ἐπ’ ἀμφότερα. Προσήδρευσε δὲ τῇ πόλει ὁ Χοσρόης πέμπτον καὶ πρός γε μῆνα, μηδενὸς ἀμύνοντος. Ἅπαντας τοίνυν ἐξαγαγών, πλῆθος ἀστάθμητον, καὶ τοὺς μὲν αὐτοῦ δειλαίως κατασφάξας, τοὺς δὲ πλείστους καὶ ζωγρίας ἑλών, τὴν μὲν πόλιν ἐπίκαιρον οὖσαν φρουρᾷ κατέσχεν· αὐτὸς δὲ πρὸς τὰ οἰκεῖα ἀπεχώρησεν ἤθη.