Ancient Greek
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.14.1
Not analysed yet
Τοῖς τοίνυν κακῶς συλλεγεῖσι χρήμασι ἐς δέον χρησάμενος, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο· καὶ τοσοῦτον ἀγείρει στρατὸν ἀνδρῶν ἡρώων, ἔκ τε τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν τὰ ἀμφὶ τὸν Ῥῆνον ἀριστίνδην στρατολογήσας, τά τε ἐντὸς τῶν Ἄλπεων, Μασσαγετῶν τε καὶ ἑτέρων Σκυθικῶν γενῶν, καὶ τὰ περὶ Παιονίαν, καὶ Μυσούς, καὶ Ἰλλυριούς, καὶ Ἰσαύρους, ὡς σύνεγγυς πεντήκοντα καὶ ἑκατὸν χιλιάδων ἴλας ἱππέων ἀρίστων ἐγκαταστήσασθαι, ἐξῶσαί τε τὸν Χοσρόην, μετὰ τὴν Δάρας ἅλωσιν εὐθὺς ἀνὰ τὸ θέρος ἐπὶ τὴν Ἀρμενίαν ἐλάσαντα, ἐκεῖθέν τε τὰς ὁρμὰς ἐπὶ τὴν Καίσαρος ἔχοντα, ἣ τῶν Καππαδοκῶν ἄρχει καὶ τῶν αὐτόσε πόλεων προκάθηται. Ὅς τοσοῦτον ὑπερεφρόνει τὴν Ῥωμαίων ἀρχήν, ὅτι γε πρεσβευσαμένου τοῦ Καίσαρος, οὐκ ἠξίου τῆς ὡς αὐτὸν ἐσόδου τοῖς πρέσβεσι μεταδοῦναι, ἕπεσθαι δὲ τούτοις διεκελεύετο μέχρι τῆς Καίσαρος· ἐκεῖσε γὰρ περὶ τῆς πρεσβείας διασκοπεῖν ἔλεγεν. Ὡς γοῦν ἀντιμέτωπον εἶδε τὸ Ῥωμαίων στράτευμα ὑπὸ Ἰουστινιανῷ ταττόμενον τἀδελφῷ Ἰουστίνου τοῦ πρὸς Ἰουστίνου δειλαίως ἀνῃρημένου, ἀκριβῶς ἐξωπλισμένον, τό τε ἐνυάλιον τὰς σάλπιγγας ἠχούσας, καὶ τὰ σημεῖα πρὸς μάχην αἰρόμενα, τόν τε στρατιώτην φονῶντα καὶ θυμοῦ μετὰ τῆς εἰς ἄγαν εὐκοσμίας πνέοντα, ἵππον τε τοσαύτην καὶ τοιαύτην ἣν οὐδεὶς πώποτε βασιλέων ἐφαντάσθη, πολλά γε ἐπιθειάσας ἀνῴμωξε μύχιον πρὸς τὸ ἄνελπι καὶ ἀδόκητον, καὶ μάχης οὐκ ἤθελεν ἄρχειν. Ἀναβαλλομένῳ δὲ αὐτῷ καὶ διαμέλλοντι καὶ τὸν καιρὸν τρίβοντι καὶ σοφιζομένῳ τὴν μάχην, ἔπεισι Κοῦρσος, Σκύθης ἀνήρ, τοῦ δεξιοῦ κέρως ἡγούμενος. Καὶ μὴ οἵων τε γενομένων ἐνεγκεῖν τὴν ἐμβολὴν τῶν κατ’ αὐτὸν Περσῶν, ἐκλελοιπότων δὲ μάλα λαμπρῶς τὴν τάξιν, πολὺν μὲν εἰργάσατο φόνον τῶν ὑπεναντίων. Ἔπεισι δὲ τοῖς οὐραγοῖς, ἔνθα καὶ τὴν ἀποσκευὴν ὅ τε Χοσρόης καὶ ὁ σύμπας εἶχε στρατός· αἱρεῖ τε τὰ βασιλικὰ κειμήλια ἁπαξάπαντα καὶ μὴν καὶ τὴν ἀποσκευὴν ἅπασαν, ὁρῶντος μὲν Χοσρόου καὶ ἐγκαρτεροῦντος, ἀνεκτοτέραν δὲ τῆς ἑαυτοῦ ἐπιστροφῆς τοῦ Κοὺρς ἡγουμένου. Οὗτος μὲν οὖν σὺν τοῖς ἀμφ’ αὐτὸν μεγάλων χρημάτων καὶ λαφύρων ἐγκρατὴς γενόμενος, τά τε σκευοφόρα τῶν ζῴων σὺν καὶ αὐτοῖς τοῖς φορτίοις φέρων, ἐν οἷς καὶ τὸ Χοσρόου σεβαστὸν πῦρ, ὃ θεὸς καθειστήκει, περιελαύνει μὲν τὸ Περσῶν στρατόπεδον παιανίζων. Ἀφικνεῖται δὲ παρὰ τοὺς οἰκείους ἀμφὶ τὰς ἐπιλυχνίους ὥρας ἤδη διαλυθέντας ἐκ τῶν σφῶν τάξεων, μήτε Χοσρόου μάχης ἄρξαντος μήτε μὴν αὐτῶν, μόνων δέ τινων ἀκροβολισμῶν γενομένων, ἢ εἴ πού γε εἷς πρὸς ἕνα συνεπλάκη ἐξ ἀμφοῖν τοῖν στρατοπέδοιν, ὅπερ εἰώθει γίγνεσθαι. Πυρὰ δὲ πολλὰ τὴν νύκτα ὁ Χοσρόης ἀνάψας, πρὸς νυκτομαχίαν παρεσκευάζετο. Καὶ δυοῖν στρατοπέδοιν τοῖς Ῥωμαίοις γενομένοιν, ἔπεισι ἀωρεὶ τῶν νυκτῶν τοῖς ἀμφὶ τὸ βόρειον μέρος. Ὧν ὑποχωρησάντων τῷ αἰφνιδίῳ τε καὶ ἀδοκήτῳ, πλησιαζούσῃ Μελιτινῇ ἔπεισι τῇ πόλει, ἀφυλάκτῳ καὶ ἐρήμῃ πολιτῶν καθεστώσῃ· καὶ πᾶσαν πυρπολήσας πρὸς τὴν διάβασιν τοῦ Εὐφράτου παρεσκευάζετο ποταμοῦ. Ὡς δὲ ἁλισθὲν τὸ στράτευμα τῶν Ῥωμαίων εἵπετο, δείσας περὶ τῆς ἑαυτοῦ σωτηρίας, αὐτὸς μὲν ἐλέφαντι ἐπιβὰς τὸν ποταμὸν ἐπεραιώθη· τῶν δὲ ἀμφ’ αὐτὸν τὸ πολὺ πλῆθος τοῖς τοῦ ποταμοῦ ῥεύμασιν ἐκηδεύθη· οὓς ἀποπνιγέντας λαβὼν ἀπιὼν ᾤχετο. Χοσρόης μὲν οὖν ταύτην ὑστάτην ποινὴν τῆς εἰς Ῥωμαίους τοσαύτης παροινίας καταθείς, σὺν καὶ τοῖς περισωθεῖσιν τὰ ἑῷα κατειλήφει, ἔνθα τὴν ἐκεχειρίαν εἶχε, ὡς ἂν μή τις αὐτῷ ἐπίοι. Ὁ δέ γε Ἰουστινιανὸς εἰσβαλὼν σὺν παντὶ τῷ στρατῷ εἰς τὴν Περσῶν ἐπικράτειαν ὅλην τὴν χειμάδιον ὥραν αὐτοῦ διήγαγεν, μηδενὸς παντάπασιν ἐνοχλήσαντος. Ἐπανῆκε μὲν οὖν ἀμφὶ θερινὰς τροπάς, οὐδὲν ὅλως ἀποβαλὼν τοῦ στρατοῦ, καὶ σὺν εὐπαθείᾳ καὶ κλέει πολλῷ παρ’ αὐτὰ ἐθέριζε τὰ μεθόρια.