Ancient Greek
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.15
Not analysed yet
Τῷ δὲ Χοσρόῃ μυρίον ἄχος ἐπιχυθέν, ἁλύοντα καὶ ἀμηχανοῦντα καὶ τῇ παλιρροίᾳ τῆς λύπης καταποντωθέντα τοῦ βίου δειλαίως ἀφείλετο, στήλην ἀθάνατον τῆς αὐτοῦ φυγῆς ἀναθέντα ὃν γέγραφε νόμον μηκέτι βασιλέα Περσῶν κατὰ Ῥωμαίων στρατηγεῖν. Βασιλεύει δὲ Ὁρμίσδης ὁ τούτου παῖς, ὃν νῦν ἐατέον ἐπεὶ τὰ ἑξῆς πρὸς ἑαυτά με καλεῖ, καὶ τὴν ῥύμην τοῦ λόγου ἀπεκδέχεται.