Ancient Greek
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.19
Not analysed yet
Ὁ δέ γε Τιβέριος, ἐπεὶ Ἰουστινιανὸς μὴ τῇ παραπλησίᾳ τύχῃ κατὰ τῶν βαρβάρων ἐχρῆτο, παύει μὲν αὐτὸν τῆς ἀρχῆς, ἤδη καὶ τὸν στέφανον περιθέμενος καὶ Ἰουστίνου τελευτήσαντος. Χειροτονεῖ δὲ τῆς ἑῴας στρατηγὸν Μαυρίκιον, ἕλκοντα μὲν γένος καὶ τοὔνομα ἐκ τῆς πρεσβυτέρας Ῥώμης, ἐκ δὲ τῶν προσεχῶν πατέρων Ἀραβισσὸν πατρίδα ἐπιγραφόμενον τοῦ Καππαδοκῶν ἔθνους, ἄνδρα φρενήρη τε καὶ ἀγχίνουν καὶ πάντα ἐν πᾶσιν ἀκριβῆ τε καὶ ἀδόνητον. Ὃς τήν τε δίαιταν τούς τε τρόπους εὐσταθής τε ὢν καὶ ἀπεξεσμένος, γαστρός τε ἐκράτει μόνοις τοῖς ἀναγκαίοις καὶ εὐπορίστοις χρώμενος, τῶν τε ἄλλων ἁπάντων οἷς ὁ ἐκδεδιῃτημένος ἐγκαλλωπίζεται βίος. Ἦν δὲ τὰς ἐντεύξεις τοῖς πολλοῖς οὐκ εὐπρόσοδος οὐδὲ τὰς ἀκοὰς ἀνειμένος· τὸ μὲν εἰδὼς εἰς περιφρόνησιν ἄγον, τὸ δὲ εἰς θωπείας φέρον. Τὰς μὲν οὖν ἐς αὐτὸν ἐσόδους σπανίας παρείχετο, καὶ ταύτας ἐσπουδασμένων πέρι· τὰς δὲ ἀκοὰς τοῖς περιττοῖς ἀπέφραττεν οὐ κηρῷ κατὰ τὴν ποίησιν, λόγῳ δὲ μᾶλλον· ὡς ἄριστα κλεῖν αὐταῖς τὸν λόγον εἶναι, εὐθέτως ἐν ταῖς διαλέξεσιν ἀνοίγουσάν τε καὶ ἀποκλείουσαν. Ἀμαθίαν δὲ τοῦ θράσους τὴν μητέρα καὶ δειλίαν τὴν ἀπῳκισμένην καὶ σύνθυρον αὐτῇ οὕτως ἀπώσατο, ὡς τὸ μὲν κινδύνευμα εὐβουλίαν εἶναι, τὸν δὲ ὄκνον ἀσφάλειαν, ἀνδρείας τε καὶ φρονήσεως τοῖς καιροῖς ὀχουμένων καὶ τὰς ἡνίας πρυτανευόντων πρὸς ὃ ἂν ἡ χρεία ἐπιτάττοι, καὶ τὴν ὕφεσιν καὶ ἐπίτασιν αὐτῷ τῶν ὁρμῶν μέτρῳ τινὶ καὶ ῥυθμῷ γίγνεσθαι. Περὶ οὗ τελεώτερον ἐν τοῖς ἑξῆς εἰρήσεται. Ὅσος γὰρ καὶ οἷος τῇ βασιλείᾳ φυλακτέον, ἣ τρανότερον τὸν ἄνδρα διεσάφησε, τῷ αὐτεξουσίῳ καὶ τὰ ἔνδον ἀναπτύξασα. Οὗτος μὲν οὖν ὁ Μαυρίκιος τὰς ἐπιστρατεύσεις ποιησάμενος κατὰ τῆς ὑπερορίας, πόλεις τε καὶ φρούρια Πέρσαις ἐπικαιρότατα αἱρεῖ, λείαν τε τοσαύτην περιεβάλετο ὥστε τὰ σαγηνευθέντα αἰχμάλωτα ὁλοκλήρους νήσους καὶ πόλεις, ἀγρούς τε ἐρημωθέντας τῷ χρόνῳ ἐξοικῆσαι τήν τε γῆν ἐνεργὸν καταστήσασθαι πάντη πρώην ἀγεώργητον οὖσαν, στρατόπεδά τε ἐξ αὐτῶν συστῆναι πολύανδρα κατὰ τῶν ἄλλων ἐθνῶν μάλα γεννικῶς τε καὶ ἀνδρείως ἀγωνισάμενα, πληρωθῆναι δὲ καὶ πάσῃ ἑστίᾳ τὰς οἰκετικὰς χρείας, εἰς τὸ κουφότατον τῶν ἀνδραπόδων ἐκποιουμένων.