Ancient Greek
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.18.1
Not analysed yet
Ἀνατόλιός τις, πρῶτα μὲν εἶς τῶν πολλῶν τε καὶ ἐπιδιφρίων καθεστώς, ὕστερον δὲ ἀρχαῖς τε καὶ ἑτέροις πράγμασι οὐκ οἶδ’ ὅπως ἐπεσφρήσας ἑαυτόν, ἀνὰ τὴν Θεουπολιτῶν τὴν δίαιταν εἶχεν, ἔνθα καὶ διῴκει τὰ ἐν χερσὶ πράγματα· ἐξ ὧν καὶ συνήθης μάλιστα Γρηγορίῳ γέγονε τῷ τῆς αὐτῆς πόλεως προέδρῳ, συχνά τε παρ’ αὐτὸν ἐφοίτα, τὰ μὲν καὶ πράγματα διαλεξάμενος, τὰ δὲ καὶ μείζω δύναμιν ἐκ τῆς πρὸς αὐτὸν ἀσχολίας μνώμενος. Οὗτος ἐπὶ θυσίαις ἥλω, καὶ πρὸς εὐθύνας κληθεὶς ἐφωράθη ἐξάγιστος καὶ γόης καὶ μυρίοις ἀτοπήμασιν ἐνειλημμένος. Ἐξωνεῖται δὲ τὸν τῆς ἑῴας ἡγούμενον, καὶ μικροῦ ἃν ἀφείθη σὺν τοῖς ἀμφ’ αὐτόν —εἶχε γὰρ καὶ ἑτέρους ὁμοτρόπους, οἳ συνήλωσαν —,εἰ μή γε ὁ λεὼς ἀναστὰς καὶ πάντα κυκήσας τὸ σκέμμα διέλυσεν. Ἐπεβόων δὲ καὶ κατὰ τοῦ ἱερέως, φάσκοντες καὶ αὐτὸν κοινωνῆσαι τοῦ βουλεύματος. Ταραξίας δέ τις καὶ ἀλιτήριος δαίμων ἀνέπεισεν ἐνίους, ὡς καὶ θυσίαις σὺν Ἀνατολίῳ παρενέβαλεν. Ἐντεῦθεν καὶ πρὸς ἔσχατον ἦλθεν κινδύνου Γρηγόριος, ἐφόδων μεγάλων κατ’ αὐτοῦ πρὸς τοῦ δήμου γενομένων. Καὶ τοσοῦτον ἤρθη τὰ τῆς ὑπονοίας, ὡς καὶ βασιλέα Τιβέριον ζητῆσαι τὴν ἀλήθειαν διὰ τῆς Ἀνατολίου φωνῆς ἐκμαθεῖν. Κελεύει δ’ οὖν καὶ Ἀνατόλιον καὶ τοὺς ἀμφ’ αὐτὸν τὴν βασιλέως τάχιστα καταλαβεῖν. Ἅπερ ἐγνωκὼς ὁ Ἀνατόλιος, ἐπί τινος εἰκόνος τῆς θεοτόκου κατὰ τὴν εἱρκτὴν καλωδίῳ αἰωρημένης ἐκδραμὼν καὶ ὀπίσω τὼ χέρε περιστρέψας, τὸν ἱκετεύοντα καὶ δεόμενον ἀπήγγειλεν. Ἡ δὲ μυσαχθεῖσα καὶ τὸν ἐναγῆ καὶ θεομισῆ διελέγχουσα, τέλεον ἐκ τοὔμπαλιν μετεστράφη, θαῦμα φρικῶδες καὶ τῆς εἰς ἀεὶ μνήμης ἄξιον. Ὅπερ ὑπὸ πάντων τῶν τε ἐμφρουρίων τῶν τε αὖ τὴν φυλακὴν αὐτοῦ καὶ τῶν ἀμφ’ αὐτὸν πεπιστευμένων ὁραθὲν τοῖς πᾶσι διηγγέλθη. Ὡράθη δὲ καὶ ὕπαρ τισὶ τῶν πιστῶν, παροτρύνουσα κατὰ τοῦ ἀλάστορος φάσκουσά τε τῷ αὐτῆς υἱῷ τὸν Ἀνατόλιον ἐνυβρίσαι. Ὡς δὲ κατὰ τὴν βασιλέως ἤχθη, πᾶσάν τε αἰκίας ὑπερβολὴν ὑποστὰς οὐδὲν ὅλως κατὰ τοῦ ἱερέως ἔσχεν εἰπεῖν, μειζόνων κἀκεῖσε θορύβων καὶ πανδήμου στάσεως αἴτιος τῇ πόλει σὺν τοῖς ἀμφ’ αὐτὸν γέγονεν. Ἐνίων γὰρ αὐτῶν ψῆφον δεξαμένων ἐξοστρακίζουσαν, οὐ μὴν ἀναιροῦσαν, θείῳ τινὶ ζήλῳ πυρωθεὶς ὁ δῆμος ἅπαντα διετάραττεν, ἀγριαίνων τε καὶ χαλεπαίνων· καὶ τοὺς μὲν ἐξοστρακισθέντας ἀναρπάσας ἀκατίῳ τε ἐμβιβάσας πυρὶ ζῶντας παρέδωκε, τοῦ δήμου τὴν ψῆφον ἐξενέγκαντος. Κατεβόων δὲ καὶ τοῦ βασιλέως καὶ Εὐτυχίου τοῦ σφῶν ἱερέως, ὡς τὴν πίστιν προδόντων. Οἳ καὶ διαχρήσασθαι τὸν Εὐτύχιον ἤμελλον καὶ τοὺς τὴν ζήτησιν ἐμπεπιστευμένους, πάντη περιϊόντες καὶ τούτους ἀνερευνώμενοι, εἰ μή γε ἡ πάντων σώτειρα πρόνοια ἐκείνους μὲν ἐκ τῶν ζητούντων ἀνήρπασε, τὸν δὲ θυμὸν τοῦ τοσούτου λεὼ κατὰ σμικρὸν κατηύνασεν, μηδενὸς ἐκ χειρῶν ἀτοπήματος γενομένου. Καὶ αὐτὸς δὲ Ἀνατόλιος θηρίοις πρότερον ἐς τὸ ἀμφιθέατρον παραδοθεὶς καὶ πρὸς αὐτῶν τὸ σῶμα σπαραχθείς, ὕστερον ἀνεσκολοπίσθη, οὐδὲ οὕτω τῶν ἐνταῦθα ποινῶν λύσιν εὑράμενος· λύκοι γὰρ τὸ μιαρὸν αὐτοῦ σῶμα καταγαγόντες, οὐχ ἱστορηθὲν πώποτε, πρὸς θοίνην διενείμαντο. Ἦν δέ τις τῶν παρ’ ἡμῖν ὃς καὶ πρὶν ταῦτα γενέσθαι ἔλεγε καθ’ ὕπνους ἰδεῖν ὡς ἡ κατὰ Ἀνατολίου ψῆφος καὶ τῶν ἀμφ’αὐτὸν τῷ δήμῳ ἐδόθη. Καὶ μέγας δὲ εἷς τῶν βασιλικῶν οἰκιῶν προεστὼς ἰσχυρῶς μάλα τοῦ Ἀνατολίου ὑπερασπίζων εἰρήκει θεάσασθαι τὴν θεοτόκον λέγουσαν, μέχρι τίνος ἀντέχῃ Ἀνατολίου, οὕτως εἰς αὐτήν τε καὶ τὸν αὐτῆς παῖδα ἐνυβρίσαντος. Καὶ ταῦτα μὲν ἔληξεν ὧδε.