Ancient Greek · ~6 min
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.21
Not analysed yet
Γεγόνασι δὲ καὶ θεοσημεῖαι τὴν βασιλείαν αὐτῷ προφητεύουσαι. Πόρρω γὰρ τῶν νυκτῶν ἐπιθυμιῶντί γε αὐτῷ τῶν ἀνακτόρων εἴσω τοῦ ἱεροῦ οἴκου τῆς ἁγίας καὶ πανάγνου παρθένου καὶ θεοτόκου Μαρίας, ὃς πρὸς τῶν Θεουπολιτῶν Ἰουστινιανοῦ προσηγόρευται, τὸ ἀμφὶ τὴν ἱερὰν τράπεζαν παραπέτασμα πυρίφλεκτον γέγονεν, ὡς καὶ πρὸς ἔκπληξιν καὶ θάμβος ἐλθεῖν τὸν Μαυρίκιον καὶ δεῖσαι τὸ ὅραμα· ᾧ παρεστὼς Γρηγόριος, ὁ τῆς πόλεως ἀρχιερεύς, εἶπε θειασμοῦ τινος εἶναι τὸ χρῆμα, καὶ μέγιστα καὶ ἔξοχα μηνύειν αὐτῷ. Ἐφάνη δέ οἱ κατὰ τὴν ἑῴαν καὶ Χριστὸς ὁ θεὸς ὕπαρ ἐκδίκησιν ζητῶν, ὅπερ ἄντικρυς βασιλείαν ἐδήλου. Παρὰ τίνος γὰρ ἂν ἢ παρὰ βασιλέως καὶ οὕτως ἐς αὐτὸν εὐσεβοῦς τὰ τοιαῦτα ἐξῄτησεν; Ἀξιόλογα δὲ καὶ ἱστορίας ἄξια πυνθανομένῳ μοι περὶ τούτων, καὶ οἱ ἐς φῶς αὐτὸν προαγαγόντες διηγήσαντο. Ὁ μὲν γὰρ φύσας ἔλεγεν ἄμπελον μεγίστην ὄναρ ἰδεῖν κατὰ τὸν καιρὸν τῆς αὐτοῦ συλλήψεως ἐκ τῆς σφετέρας κοίτης ἐκφῦσαι, καὶ βότρυς παμπληθεῖς καὶ ὡραίους αὐτῆς αἰωρεῖσθαι. Ἡ δέ γε μήτηρ παρ’ αὐτὴν ἔφασκε τὴν ἀπότεξιν εὐωδίαν ξένην τε καὶ παρηλλαγμένην τὴν γῆν ἀναθυμιᾶσαι· πολλάκις δὲ καὶ τὴν λεγομένην Ἔμπουσαν μεταθεῖναι τὸ βρέφος ὡς τοῦτο βρώξουσαν, μὴ οἵαν δὲ γενέσθαι τοῦτο λυμήνασθαι. Καὶ Συμεώνης δὲ ἀγχοῦ Θεουπόλεως τὴν ἐπὶ κίονος στάσιν ποιούμενος, ἀνὴρ πρακτικώτατος καὶ πάσαις ταῖς ἐνθέοις ἀρεταῖς ἐπίσημος, πολλὰ ἔλεξέ τε καὶ πέπραχε τὴν βασιλείαν αὐτῷ μηνύοντα. Περὶ οὗ τὰ πρόσφορα ἡ ἑξῆς ἱστορία διαλέξεται.