Ancient Greek
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.22
Not analysed yet
Ὁ δέ γε Μαυρίκιος πρὸς τὴν βασιλείαν ἄνεισι, Τιβερίου πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς τυγχάνοντος καὶ τὴν παῖδα Αὐγοῦσταν καὶ τὴν βασιλείαν ἀντὶ φερνῆς τινος παραδόντος αὐτῷ, ὀλιγοστὸν μὲν βιώσαντος ἐν τῇ βασιλείᾳ χρόνον, ἀθάνατον δὲ μνήμην καταλελοιπότος ἐφ’ οἷς πέπραχεν ἀγαθοῖς· οὐδὲ γὰρ λόγῳ περιληπτέον. Ἄριστον δὲ καὶ τῷ πολιτεύματι κλῆρον καταλέλοιπεν ὁ Τιβέριος τὴν Μαυρικίου ἀνάρρησιν· ὃς διένειμε καὶ τὰς ἑαυτοῦ προσηγορίας, τὸν μὲν Μαυρίκιον, Τιβέριον, τὴν δὲ Αὐγοῦσταν, Κωνσταντῖναν προσειπών. Τί δὲ καὶ αὐτοῖς πέπρακται, τῆς θείας συναιρουμένης ῥοπῆς, ἡ ἑξῆς ἱστορία δηλώσει.