Ancient Greek · ~2 min
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.5
Not analysed yet
Ἐκβεβλήκει δὲ καὶ Ἀναστάσιον Ἰουστῖνος τοῦ Θεουπόλεως θρόνου, ἐπεγκαλῶν οἱ τῶν τε ἱερατικῶν χρημάτων τὴν γεγενημένην δαπάνην, λέγων καὶ εἰς ἄπειρον καὶ μὴ κατὰ τὸ προσῆκον γενέσθαι, τήν τε ἐς αὐτὸν βλασφημίαν. Ἐρωτηθέντα γὰρ τὸν Ἀναστάσιον τί δή ποτε οὕτω χύδην τὰ ἱερατικὰ ῥίπτει χρήματα, ἀναφανδὸν εἰπεῖν· ὡς ἂν μὴ παρὰ Ἰουστίνου τῆς κοινῆς λύμης ἀφαιρεθεῖεν. Ἐλέγετο δὲ μηνῖσαι Ἀναστασίῳ, ὅτι γε ζητοῦντι χρήματα τὴν ἐπισκοπὴν ἐγχειρισθεὶς οὐχ εἴλετο δοῦναι. Προεφέρετο δὲ καὶ ἕτερα ἄττα κατ’ αὐτοῦ, ἐνίων οἶμαι τὸν βασιλικὸν βουληθέντων θεραπεῦσαι σκοπόν.