Ancient Greek · ~8 min
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.6
Not analysed yet
Μετ’ αὐτὸν δὲ πρὸς τὸν ἱερατικὸν ἄνεισι θρόνον Γρηγόριος, οὗ κλέος εὐρύ, κατὰ τὴν ποίησιν, ἐκ πρώτης ἡλικίας τοῖς μοναδικοῖς ἐναποδυσάμενος σκάμμασιν, οὕτω δὲ γεννικῶς καὶ καρτερικῶς ἀγωνισάμενος ὡς τάχιστα καὶ ἐκ πρώτων ἰούλων πρὸς τοὺς ἀνωτάτω βαθμοὺς ἐλάσαι, ἡγήσασθαι δὲ τῆς τῶν Βυζαντίων μονῆς ἔνθα τὸν ἄσκευον εἵλετο βίον, κελεύμασι δὲ Ἰουστίνου καὶ τοῦ Σινᾶ ὄρους· ἐν ᾦ μεγίστοις ἐμπέπτωκε κινδύνοις πολιορκίαν ὑποστὰς ὑπὸ τῶν Σκηνητῶν βαρβάρων· εἰρηνεῦσαι δ’ οὖν αὐτῷ ὅμως μέγιστα τῷ τόπῳ καταπραξάμενος ἐκεῖθεν πρὸς τὴν ἀρχιερωσύνην ἐκλήθη. Ἦν δὲ γνώμην καὶ ἀρετὴν ψυχῆς πάντα ἐν πᾶσι κράτιστος, καὶ ἐς ὅ τι ὁρμήσειεν ἐξεργαστικώτατος, δέει τε ἄτρωτος, καὶ πρὸς τὸ ὑπείκειν ἢ κατεπτηχέναι δυναστείας ἀληπτότατος. Οὕτω δὲ μεγαλοπρεπεῖς τὰς ἐπιδόσεις τῶν χρημάτων ἐποιεῖτο, ἐλευθερίοις τε καὶ ἀφειδέσι ἐς ἅπαντα χρώμενος, ὥστε ὅτε προΐοι παμπληθεῖς αὐτῷ καὶ τῶν εἰωθότων ἄτερ ἐπηκολούθουν, καὶ ὅσοι ὁρῷεν ἢ πυνθάνοιντο προσιόντα, συνέρρεον· καὶ ἦν τά γε ἐς τὴν τοσαύτην ἀρχὴν δεύτερα τῆς ἐς τὸν ἄνδρα τιμῆς, ἐθελουσίων τὰ πολλὰ ὁρᾶν τε ἐκ τοῦ σύνεγγυς καὶ ἀκούειν διαλαλοῦντος ἐπιθυμούντων. Πόθον γὰρ ἑαυτοῦ πᾶσι τοῖς ὁπωσοῦν ἐντυγχάνουσιν ἐνεργάσασθαι ἦν ἱκανώτατος· ἰδεῖν τε ἀξιάγαστος, καὶ προσφθέγξασθαι διὰ χαρίτων ἥδιστος,νοῆσαί τε ἐκ τοῦ παραυτίκα ὀξὺς εἴ τις ἄλλος ἀνθρώπων, πρᾶξαί τε ἐς τὰ μάλιστα ὀξύτατος, καὶ βουλὴν ἄριστα βουλεῦσαι καὶ κρῖναι τά τε οἰκεῖα τά τε τῶν ἄλλων ἱκανώτατος· ὅθεν καὶ τοσαῦτα κατεπράξατο μηδὲν εἰς αὔριον ἀναβαλλόμενος. Κατέπληξε δὲ οὐ μόνον τοὺς Ῥωμαίων βασιλέας, ἅπασι χρώμενος ὡς ἥ τε χρεία καλοίη καὶ καιρὸς ὑπείκοι οὐχ ὑστερῶν, ἀλλὰ καὶ τοὺς Περσῶν, ὡς ἕκαστα προσφόρως δηλώσω. Ἦν δὲ ἐν αὐτῷ πολὺ μὲν τὸ σφοδρόν, ἐνιαχοῦ δὲ καὶ τὸ θυμοειδές, οὐκ ὀλίγον δὲ πάλιν ἀλλὰ καὶ μάλα περιούσιον τὸ πρᾶόν τε καὶ ἥμερον· ὡς ἐπ’ αὐτῷ ἄριστα καταντῆσαι τὰ Γρηγορίῳ τῷ θεολόγῳ πεφιλοσοφημένα, τὸ αὐστηρὸν αἰδοῖ σύγκρατον, ὡς μηδὲ ἕτερον ὑπὸ τοῦ ἑτέρου καταβλάπτεσθαι, ἀλλ’ ἀμφότερα δι’ ἀλλήλων εὐδοκιμεῖν.