Ancient Greek · ~3 min
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.8
Not analysed yet
Στρατηγὸν δὲ τῶν ἑῴων ἐκπέμπει Μαρκιανὸν συγγενῆ αὐτῷ καθεστῶτα, οὔτε στρατείαν ἀξιόμαχον δοὺς οὔτε τὴν ἄλλην τὴν ἐς τὸν πόλεμον παρασκευήν. Ὃς ἐπὶ προὔπτῳ κινδύνῳ καὶ ἐπ’ ἀνατροπῇ τῶν ὅλων τὴν μέσην κατειλήφει τῶν ποταμῶν, ὀλίγους κομιδῇ στρατιώτας καὶ τούτους ἀνόπλους ἐπισυρόμενος, ἔχων καί τινας σκαπανέας καὶ βοηλάτας ἐκ τῶν συντελῶν ἀφῃρημένους. Συμπλέκεται μὲν οὖν ὀλίγα πρὸς Πέρσας περὶ τὴν Νίσιβιν, οὔπω οὐδὲ τῶν Περσῶν παρεσκευασμένων. Καὶ τὸ πλέον ἐσχηκὼς περικάθηται τὴν πόλιν, οὐκ ἀξιωσάντων τῶν Περσῶν ἀποκλεῖσαι τὰς πύλας, ἐνυβριζόντων δὲ καὶ μάλα αἰσχρῶς ἐς τὸ Ῥωμαίων στράτευμα. Τεράστια δὲ πολλὰ μὲν καὶ ἄλλα ὡρᾶτο, τὰ ἐσόμενα δυσχερῆ μηνύοντα. Καὶ βοῦν δὲ ἀρτιγενῆ ἐθεασάμεθα κατ’ ἀρχὰς τοῦ πολέμου, ᾧ δύο κεφαλαὶ ἐκ τοῦ αὐχένος ἐπαιώρηντο.