Ancient Greek
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.9.1
Not analysed yet
Ὁ δὲ Χοσρόης, ἐπεὶ αὐτάρκως αὐτῷ τὰ εἰς τὸν πόλεμον ἐξηυτρέπιστο, Ἀδραμαὰν μὲν διαπορεύσας μέχρι τινὸς καὶ τὸν Εὐφράτην ἀνὰ τὴν σφετέραν γῆν διαβιβάσας, εἰς τὴν Ῥωμαίων ἐπικράτειαν ἠφίει διὰ τοῦ καλουμένου Κιρκησίου. Τὸ δὲ Κιρκήσιόν ἐστι πόλισμα Ῥωμαίοις ἐπικαιρότατον πρὸς ταῖς ἐσχατιαῖς τοῦ πολιτεύματος κείμενον· ὅπερ ὀχυρὸν οὐ μόνα τὰ τείχη ποιεῖ εἰς ἄπειρον ὕψος ἐπαιρόμενα, ἀλλὰ καὶ Εὐφράτης καὶ Ἀβόρας οἱ ποταμοὶ κυκλοῦντες καὶ ὥσπερ ἀπονησοῦντες τὴν πόλιν. Αὐτὸς δὲ σὺν τοῖς ἀμφ’ αὐτὸν τὸν Τίγρητα διαβὰς ποταμὸν ἐπὶ τὴν Νίσιβιν τὴν ἔλασιν ἐποιεῖτο. Ταῦτα δὲ γιγνόμενα μέχρι πολλοῦ τοὺς Ῥωμαίους ἐλάνθανεν,ὥστε Ἰουστῖνον φήμῃ πειθόμενον λεγούσῃ Χοσρόην ἢ τεθνάναι ἢ πρὸς αὐτὰς τὰς τελευταίας ἀναπνοὰς εἶναι, ἀσχάλλειν ἐπὶ τῇ δῆθεν βραδυτῆτι τῆς πολιορκίας τοῦ Νίσιβι, πέμψαι τε τοὺς ἐπείξοντας τὸν Μαρκιανόν, καὶ τὰς κλεῖς τῶν πυλῶν ὡς τάχιστα οἴσοντας. Ὡς δὲ οὐδαμῆ οὐδαμῶς τὸ πρᾶγμα προῄει, ἀλλὰ καὶ πολλὴν ὦφλε τὴν αἰσχύνην τὰ ἀμήχανα ζητῶν ἐπὶ τοσαύτῃ καὶ τοιαύτῃ πόλει καὶ οὕτως ἐξουθενημένῳ στρατῷ, ἀγγέλλεται πρῶτον Γρηγορίῳ τῷ Θεουπολιτῶν ἐπισκόπῳ. Ὁ γὰρ τῆς Νισίβης ἐπίσκοπος φίλος ἐς τὰ μάλιστα Γρηγορίῳ καταστὰς μεγάλοις δώροις παρ’ αὐτοῦ ἀξιωθείς, ἄλλως τε δὲ καὶ δυσχεραίνων τὴν Περσῶν παροινίαν τὴν εἰς Χριστιανοὺς γιγνομένην ἣν διὰ παντὸς παρ’ αὐτῶν ἐπεπόνθεσαν, καὶ Ῥωμαίων κατήκοον τὴν οἰκείαν πόλιν ἱμειρόμενος εἶναι, πάντων τῶν ἐν τῇ ὑπερορίᾳ γιγνομένων τὴν γνῶσιν Γρηγορίῳ παρείχετο, ἅπαντα κατὰ καιρὸν παριστάς· ἅπερ παραυτίκα ἐπὶ Ἰουστῖνον ἀνέφερεν, τὴν ἔφοδον τοῦ Χοσρόου τὴν ταχίστην μηνύων. Ὁ δὲ περὶ τὰς συνήθεις ἡδονὰς ἐγκαλινδούμενος τοῖς μὲν γεγραμμένοις προσεῖχεν οὐδέν, οὔτε δὲ πιστεύειν ἤθελεν, οἰόμενος ὅπερ ἐβούλετο. Ἕπεται γὰρ τοῖς ἐκδεδιῃτημένοις τῶν ἀνθρώπων τό τε ἀγεννὲς καὶ θρασὺ πρὸς τὰς ἐκβάσεις, τὸ δὲ ἄπιστον εἰ τύχοιεν ἀντικρὺ τῶν θελήσεων αὐτῶν φερόμεναι. Γράφει μὲν οὖν αὐτῷ ταῦτα τέλεον ἀποδιοπομπούμενος ὡς οὐκ ἀληθῆ παντάπασι ὄντα, εἰ δέ γε καὶ ἀληθῆ, ὡς οὐ φθησομένων Περσῶν τὴν πολιορκίαν, εἰ δὲ καὶ φθαῖεν, κακῶς ἀπαλλαξάντων. Ἐκπέμπει δὲ Ἀκάκιον ἀτάσθαλόν τινα καὶ ὑβριστὴν παρὰ Μαρκιανῷ, ἐγκελευσάμενος καὶ εἰ ἕτερον τοῖν ποδοῖν ὁ Μαρκιανὸς φθαίη τῇ πόλει πέμψας, παραλῦσαί γε αὐτὸν τῆς ἀρχῆς. Ὃ καὶ πέπραχεν ἀκριβῶς, οὐ πρὸς τὸ συνοῖσον τοῖς τοῦ βασιλέως κελεύσμασι διακονησάμενος. Γενόμενος γὰρ πρὸς τὸ στρατόπεδον, Μαρκιανὸν μὲν ἐν τῇ ὑπερορίᾳ παύει τῆς ἀρχῆς, οὐδὲν τῷ στρατῷ διαγγείλας. Οἱ δὲ λοχαγοὶ καὶ ταξιάρχαι, ὡς διανυκτερεύσαντες ἐξέμαθον παυθῆναι τὸν στρατηγόν, πρόσω μὲν οὐ παρῄεσαν τὸ πλῆθος· ὑποχωρήσαντες δὲ φεύγουσι σποράδες τὴν καταγέλαστον πολιορκίαν λύσαντες. Ὁ μὲν οὖν Ἀδαρμαάνης ἔχων ἀξιόλογον στρατὸν Περσῶν τε καὶ τῶν Σκηνητῶν βαρβάρων, ἐπεὶ τὸ Κιρκήσιον παρήμειψεν, παντοίως τοῖς Ῥωμαίων ἐλυμήνατο πράγμασι ἐμπιπρὰς ἀποκτειννύς, οὐδὲν μέτριον ἐννοῶν ἢ πράττων· αἱρεῖ τε φρούρια καὶ κώμας πολλὰς οὐδενὸς ἀντιστάντος, πρῶτα μὲν ὅτι γε ἦρχεν οὐδείς, εἶθ’ ὅτι καὶ τῶν στρατιωτῶν πρὸς τοῦ Χοσρόου κατὰ τὸ Δάρας ἐναποκλεισθέντων ἐπ’ ἀδείας αἵ τε προνομαὶ καὶ αἱ ἔφοδοι ἐγίγνοντο. Ἔπεισι δὲ καὶ τῇ Θεουπολιτῶν διὰ τῶν ἀμφ’ αὐτόν, οὐδὲ γὰρ αὐτὸς ἀφίκετο. Οἳ καὶ παρὰ πᾶσαν ἐλπίδα ἀπεκρούσθησαν, μηδενὸς ἐναπομείναντος τῇ πόλει ἣ λίαν κομιδῇ εὐαρίθμων, καὶ τοῦ ἱερέως πεφευγότος καὶ τὰ ἱερὰ ὑπεξαγαγόντος κειμήλια, διότι καὶ τὰ πολλὰ τοῦ τείχους διερρύη, καὶ ὁ δῆμος ἐπανέστη νεωτέρων πραγμάτων ἄρξαι θέλων, οἶα φιλεῖ γίγνεσθαι καὶ μάλιστα παρὰ τοὺς τοιούτους καιρούς· οἳ καὶ αὐτοὶ πεφευγότες ἐρήμην τὴν πόλιν καταλελοίπασιν, οὐδενὸς ὅλως ἐπινοηθέντος εἰς ἐπιτέχνησιν ἢ ἀντεπιχείρησιν.