Ancient Greek
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.11
Not analysed yet
Ὧν μηδὲ μέχρις ὤτων ὑπομεινάντων τὸ κέλευσμα, ἐς Γρηγόριον τὸ πρᾶγμα μετασκευάζεται, οὐ μόνον ὅτι τὰ μέγιστα ἐξεργάσασθαι οἷός τε καθεστήκει, ἀλλ’ ὅτι καὶ πολλὴν ὦφλε τιμὴν αὐτῷ τὸ στράτευμα, τῶν μὲν χρήμασι δεξιωθέντων πρὸς αὐτοῦ, τῶν δὲ καὶ ἐσθῆσι βρωτοῖς τε καὶ ἑτέροις, ὅτε στρατολογηθέντες ἐκ καταλόγου δι’ αὐτοῦ παρῄεσαν. Ἀγείρει τοίνυν τοὺς ἐς πρῶτα τοῦ στρατοῦ τελοῦντας, ἀγγελιαφόρους ἑκασταχοῦ πέμψας, ἐν Λιτάρβοις τῷ χωρίῳ, διεστῶτι Θεουπόλεως ἀμφὶ τοὺς τριακοσίους σταδίους. Παρ’ οὓς αὐτὸς γενόμενος, καὶ ταῦτα κλινοπετὴς ὑπάρχων, ἔλεξε τοιάδε·