Ancient Greek
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.10
Not analysed yet
Ἀμείβεται μὲν οὖν βασιλεὺς τὸν στρατὸν χρήμασιν, ἀναγαγὼν δὲ Γερμανὸν καὶ ἑτέρους ἐς κριτήριον καλεῖ. Καὶ πάντες μὲν θανάτου κατεψηφίσθησαν· οὐ μὴν εἴασεν ἄχαρί τι παθεῖν, ἀλλὰ καὶ γερῶν ἠξίωσεν. Τούτων ὧδε χωρούντων, οἱ Ἄβαρεις δὶς μέχρι τοῦ καλουμένου μακροῦ τείχους ἐλάσαντες, Σιγγηδόνα Ἀγχίαλόν τε καὶ τὴν Ἑλλάδα πᾶσαν καὶ ἑτέρας πόλεις τε καὶ φρούρια ἐξεπολιόρκησαν καὶ ἠνδραποδίσαντο, ἀπολλύντες ἅπαντα καὶ πυρπολοῦντες, τῶν πολλῶν στρατευμάτων κατὰ τὴν ἑῴαν ἐνδιατριβόντων. Πέμπει δέ γε βασιλεὺς Ἀνδρέαν, τῶν βασιλικῶν ὑπασπιστῶν πρῶτον γενόμενον, πείσοντα τὸν στρατὸν τοὺς προτέρους λοχαγούς τε καὶ λοιποὺς ἐσδέξασθαι.