Ancient Greek · ~2 min
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.18
Not analysed yet
Πέμπει δὲ καὶ πᾶσαν βασιλικὴν δορυφορίαν καὶ πάντα τὸν Ῥωμαίων στρατὸν σὺν καὶ τῷ στρατηγῷ, ἑψόμενον αὐτῷ ὅπη καὶ βούλεται, καὶ πρὸς μείζονος τιμῆς Δομετιανὸν ἐπίσκοπον Μελιτινῆς, αὐτοῦ συγγενῆ, ἄνδρα φρενήρη καὶ ἀγχίνουν, λόγῳ τε καὶ ἔργῳ ἐς τὰ μάλιστα ἱκανώτατον, καὶ πρὸς τὰ μέγιστα τῶν πραγμάτων ἐξεργαστικώτατον. Πέμπει δὲ καὶ Γρηγόριον, ὃς ἐν ἅπασι κατέπληξε τὸν Χοσρόην, ὁμιλῶν, δωρούμενος, ἐπίκαιρα τοῖς πράγμασιν ἐσηγούμενος.