Ancient Greek
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.19
Not analysed yet
Παραγενόμενος δὲ μέχρι τῆς Ἱεραπολιτῶν ὁ Χοσρόης, ἣ τῆς Εὐφρατησίας προκάθηται, αὖθις ἐπανῆκε, τοῦτο καὶ Μαυρικίου συνεωρακότος καὶ τὸ πλέον δόντος τῆς οἰκείας δόξης τῷ συνοίσοντι τῷ ἱκέτῃ. Δεξιοῦται δὲ καὶ χρήμασι μεγάλοις, οὐχ ἱστορηθὲν πώποτε. Καὶ Πέρσας στρατολογήσας καὶ τὰς ἐπιδόσεις ἁπάσας οἴκοθεν ποιησάμενος, ἐκπέμπει τὸν Χοσρόην μεθ’ ἑκατέρου στρατοῦ Ῥωμαίων τε καὶ Περσῶν κατὰ τὴν ὑπερορίαν, Μαρτυροπόλεως καὶ Σίττα παραδοθέντος αὐτῷ· ὃς καὶ πρὸς τῶν Μαρτυροπολιτῶν καταλευσθεὶς ἀνεσκολοπίσθη. Παρεδόθη δὲ καὶ τὸ Δάρας ὑπεξελθόντων Περσῶν. Καὶ διὰ μιᾶς συμπλοκῆς ἑσσηθέντος τοῦ Βαράμου πρὸς Ῥωμαίων μόνων, ἀκλεῶς τε μόνου πεφευγότος, εἰς τὰ ἴδια κατήχθη βασίλεια ὁ Χοσρόης.