Ancient Greek · ~2 min
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.22
Not analysed yet
Τότε καὶ Νααμάνης τῶν ἐχθρῶν Σκηνητῶν φύλαρχος, ἐξάγιστος καὶ παμμίαρος Ἕλλην ὡς καὶ ἀνθρώπους αὐτοχειρὶ σφαγιάζειν τοῖς αὐτοῦ δαιμονίοις, τῷ ἁγίῳ προσῆλθεν βαπτίσματι, τὴν ὄντως ὕλην χρυσῆν Ἀφροδίτην πυρὶ τήξας καὶ πτωχοῖς διαδούς, καὶ πάντας τοὺς ἀμφ’ αὐτὸν τῷ θεῷ προσαγαγών. Ὁ δὲ Γρηγόριος νεύμασι τῆς βασιλείας μετὰ τὸ δοῦναι τοὺς Χοσρόου σταυρούς, τὰς πανερήμους τῶν λεγομένων Λιμητῶν περινοστῶν, ἐν οἷς μάλιστα τὰ Σευήρου δόγματα κατεκράτει,τὰ ἐκκλησιαστικὰ προὐτίθει δόγματα, καὶ πολλὰ φρούρια καὶ κώμας μοναστήριά τε καὶ φυλὰς ὁλοκλήρους τῇ ἐκκλησίᾳ προσήγαγε τοῦ θεοῦ.