Ancient Greek
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.23
Not analysed yet
Ἐν τοσούτῳ δὲ Συμεώνου τοῦ ἐν ὁσίοις τὴν ἐπὶ θάνατον νοσήσαντος, ἐμοῦ τὰ περὶ τούτου μηνύσαντος, ἐκτρέχει Γρηγόριος τοῦτον τὰ τελευταῖα κατασπασόμενος· οὐ μὴν ἔτυχεν. Ἦν δέ γε ὁ Συμεώνης πάντων τῶν κατ’ αὐτὸν ἀνθρώπων τὴν ἀρετὴν ἐξοχώτατος, ἐξ ἁπαλῶν τῶν ὀνύχων τὸν ἐπὶ κίονος διαθλεύων βίον, ὡς καὶ τοὺς ὀδόντας αὐτοῦ διήλλαξεν ἐν τῇ στάσει τοῦ κίονος. Ἀνήχθη δὲ κατὰ τὸν κίονα ἐξ αἰτίας τοιᾶσδε. Ἔτι σμικρὰν κομιδῇ τὴν ἡλικίαν ἄγων, κουρίζων τε καὶ ἀλώμενος ἀνὰ τὰς κολώνας τοῦ ὄρους περιῄει. Καὶ περιτυχὼν πάρδῳ τῷ θηρίῳ τὴν ζώνην περὶ αὐχένα βάλλει, καὶ ἐκ ῥυτῆρος ἦγεν τῆς φύσεως ἐπιλαθόμενον, καὶ ἀνὰ τὸ οἰκεῖον ἤγαγε φροντιστήριον. Ὅπερ ἑωρακὼς ὁ τοῦτον μαθητεύων καὶ αὐτὸς ἐπὶ κίονος ἑστὼς ἐπυνθάνετο τί ἂν εἴη τοῦτο. Ὁ δὲ ἔφη αἴλουρον εἶναι, ἣν κάτταν ἡ συνήθεια λέγει. Ἐντεῦθεν τεκμηράμενος πηλίκος ἔσται τὴν ἀρετήν, ἐπὶ τοῦ κίονος ἀνήγαγεν. Ἐν τούτῳ δὲ τῷ κίονι καὶ ἐν ἑτέρῳ ἐς τὰς ἀνωτάτω τοῦ ὄρους ἀκρωρείας, ὀκτὼ καὶ ἑξήκοντα διετέθη χρόνους, πάσης χάριτος ἠξιωμένος περί τε τὴν τῶν δαιμονίων ἔλασιν, ἀκούμενός τε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, προορῶν τε ὡς παρόντα τὰ μέλλοντα. Ὃς καὶ Γρηγορίῳ προειρήκει αὐτὸν μὲν μὴ ὁρᾶν τὸν αὐτοῦ θάνατον, τὰ δὲ μετ’ αὐτὸν ἀγνοεῖν. Κἀμοῦ δὲ λογισμοὺς θεωρήσας ἐπὶ τέκνων ἀποβολῇ καὶ διαπορουμένου τί δή ποτε Ἕλλησι πολυτέκνοις οὐ γέγονε ταῦτα, καὶ πρὸς μηδένα τὸ παράπαν ἐξαγαγόντος, γέγραφεν ἐκστῆναι τούτων ὡς οὐκ ἀρέσκοντα τῷ θεῷ. Καὶ γυναικὸς δέ τινος τῶν ὑπογραφόντων μοι, ἐπεὶ τὸ γάλα τεκούσῃ κεκώλυτο καὶ περὶ τῶν ἐσχάτων τὸ βρέφος ἐκινδύνευεν, ἐπιθεὶς τὴν χεῖρα τῇ δεξιᾷ τἀνδρός, ἐπέτρεπεν ταύτην ταῖς θηλαῖς τῆς γυναικὸς ἐπιβαλεῖν. Ὅπερ ἐπειδὴ πέπραχεν, εὐθέως ὡς ἔκ τινος πηγῆς ἥλατο τὸ γάλα, ὡς καὶ τὴν ἐσθῆτα τοῦ γυναίου ἐμπλῆσαι. Καὶ παιδαρίου δὲ παρὰ τῶν συνοδοιπόρων ἐπιλελησμένου πόρρω τῶν νυκτῶν, λέων τοῖς νώτοις ἐπιβιβάσας παρὰ τὸ μανδρεῖον ἤγαγεν, καὶ Συμεώνου προστάξαντος ὑπεξελθόντες οἱ διακονούμενοι τὸ παιδίον ἤγαγον ὑπὸ τοῦ λέοντος φρουρούμενον. Πολλὰ δὲ ἕτερα καὶ κρείττονα μνήμης πέπραχεν, ἃ καὶ γλώσσης κεκομψευμένης καὶ χρόνου καὶ πραγματείας ἰδίας δεῖται, ταῖς τῶν ἀνθρώπων ᾀδόμενα γλώσσαις. Ἐκ πάσης γὰρ σχεδὸν γῆς, οὐ μόνον Ῥωμαίων ἀλλὰ καὶ βαρβάρων, παρ’ αὐτὸν ἐφοίτων, καὶ τῶν αἰτουμένων ἐτύγχανον. Ὧι ἀντὶ παντὸς βρωτοῦ καὶ ποτοῦ, κλάδοι τινὲς ἐτύγχανον ἐκ θάμνου τῷ ὄρει φυομένης.