Ancient Greek · ~3 min
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.4
Not analysed yet
Μετ’ αὐτὸν δὲ Πρίσκος τὴν στρατηγίδα μέτεισιν ἀρχήν, οὐκ εὐπρόσοδός τις, οὐδὲ ἄτερ τῶν ἀναγκαίων εὐπρόσβατος, τὸ πᾶν δὲ νομίζων καταπράττεσθαι εἰ τὰ πολλὰ καθ’ αὑτὸν εἴη, ὡς ἐντεῦθεν καὶ τῶν στρατευμάτων δέει μᾶλλον ὑπειξόντων πρὸς τὰ κελευόμενα. Ὅτε δ’ οὖν πρὸς τὸ στρατόπεδον ἀφίκετο, ὀφρυάζων καὶ ὑπερβλέπων καὶ πρὸς τὸ κομπωδέστερον ἐξησκημένος, προὐτίθει τινὰ περί τε τῆς τῶν στρατιωτῶν ἐς τοὺς πολέμους καρτερίας, περί τε τῆς ἀκριβοῦς ἐξοπλίσεως καὶ ὧν ἐκ τοῦ δημοσίου κομίσαιντο. Οἳ καὶ πρώην περὶ τούτων πεπυσμένοι ἐς τοὐμφανὲς τὸν θυμὸν ἐξέρρηξαν, ὁμόσε χωρήσαντες ἔνθα ἦν σκηνησάμενος, ληΐζονται μὲν βαρβαρικῶς ὅσα μεγαλοπρεπῶς αὐτῷ διεσκεύαστο καὶ τῶν κειμηλίων τὰ τιμιώτατα, μικροῦ δὲ καὶ αὐτὸν διεχρήσαντο, εἰ μή τινι τῶν παρόχων ἵππων ἐπιβὰς κατὰ τὴν Ἔδεσαν διεσώθη· ἣν καὶ πέμψαντες ἐπολιόρκησαν τὸν Πρίσκον ἐξαιτούμενοι.