Ancient Greek · ~4 min
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.3
Not analysed yet
Πέπομφε μὲν οὖν ὁ Μαυρίκιος στρατηγὸν τῶν ἑῴων ταγμάτων πρῶτα μὲν Ἰωάννην Θρᾷκα γένος, ὅς τινα μὲν πταίσας, τινὰ δὲ καὶ ἀναμαχεσάμενος, οὐδὲν ὅ τι καὶ λόγου ἄξιον πέπραχε· μετ’ αὐτὸν δὲ Φιλιππικὸν κῆδος πρὸς αὐτὸν ἔχοντα, τὴν ἑτέραν γὰρ ταῖν ἀδελφαῖν αὐτοῦ γεγαμήκει. Ὃς καὶ κατὰ τὴν ὑπερορίαν διαβὰς πάντα τε τὰ ἐν ποσὶ ληϊσάμενος, μεγάλων λαφύρων ἐγκρατὴς γέγονεν, εἷλέ τε πολλοὺς τῶν εὐγενῶν τε καὶ εὐπατριδῶν τῆς Νισίβεως καὶ τῶν ἄλλων τῶν ἐντὸς τοῦ Τίγριδος ποταμοῦ. Συνεπλάκη δὲ καὶ Πέρσαις, καὶ μάχης καρτερᾶς γενομένης πολλῶν τε καὶ ἀξιολόγων Περσῶν πεπτωκότων, καὶ ζωγρίας πολλοὺς εἶλε, καί τινα λόχον ἐκδραμόντα ἔν τινι τῶν εὐφυῶν γεωλόφων δυνάμενος ἐξελεῖν, ἐφῆκεν ἀπαθεῖς, ὑποσχομένους πείθειν τὸν σφῶν βασιλέα εἰρήνης πέρι τὴν ταχίστην ἐκπέμπειν. Καὶ ἕτερα δὲ στρατηγῶν κατεπράξατο, τῶν περιττῶν καὶ ἐς τρυφὴν ἀγόντων τὸν στρατὸν ἐλευθερώσας καὶ πρὸς τὸ κόσμιον καὶ εὐπειθὲς αὐτοὺς χαλινώσας. Ἃ τοῖς συγγράψασιν ἢ καὶ συγγράφουσι καταληπτέον, ὡς ἂν ἀκοῆς ἢ δόξης ἔχοιεν ἢ καὶ ἐσχήκασιν· οἷς ὁ λόγος τῇ ἀγνοίᾳ περιολισθαίνων καὶ ἀποχωλεύων, ἢ προσπαθείᾳ θρυπτόμενος ἢ ἀντιπαθείᾳ τυφλώττων, τῶν ἀληθῶν διαμαρτάνει.