Ancient Greek
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.7
Not analysed yet
Ἐν τούτοις ὄντων τῶν πραγμάτων, ἐπάνεισι τῆς βασιλίδος Γρηγόριος ὁ Θεουπόλεως ἐπίσκοπος, ἤδη τὸν ἀγῶνα νενικηκὼς ὃν ἱστορήσων ἔρχομαι. Ἀστερίου τὴν ἑῴαν ἀρχὴν διέποντος, ἔριδός τέ τινος συστάσης αὐτῷ τε καὶ Γρηγορίῳ, τὸ πᾶν τῆς πόλεως κεφάλαιον ἐς τὴν Ἀστερίου μοῖραν ἀπεκρίθη, προσέλαβε δὲ καὶ εἴ τι δημῶδες ἦν καὶ τὰς τέχνας τῇ πόλει συνεπλήρου. Ἕκαστοι γὰρ βεβλάφθαι τι ἐνισχυρίζοντο. Λοιπὸν δὲ καὶ ὁ δῆμος ἀφείθη πρὸς τὰς κατ’ αὐτοῦ βλασφημίας. Ἄμφω τοιγαροῦν τὼ δήμω ἐς μίαν συνήτην γνώμην, καὶ κατά τε τὰς λεωφόρους ἀνά τε τὸ θέατρον τὰς κατὰ τοῦ ἱερέως ὕβρεις ἐπεβόων, οὐδὲ τῶν ἀπὸ τῆς σκηνῆς τούτων ἀποσχομένων. Καὶ παύεται μὲν τῆς ἀρχῆς Ἀστέριος, ἐγχειρίζεται δὲ ταύτην Ἰωάννης, πρὸς τοῦ βασιλέως κελευσθεὶς τὴν τῶν κινουμένων ζήτησιν ποιήσασθαι, ἀνὴρ οὐδὲ τὰ σμικρότατα τῶν πραγμάτων, μή τί γε δὴ τὴν τοσαύτην ὑπόθεσιν διοικήσασθαι οἷός τε ὤν. Θορύβων τοίνυν καὶ ταραχῶν τὴν πόλιν ἐμπλήσας,προγράμμασί τε χρησάμενος εἴ τις κατηγορεῖν τοῦ ἱερέως βούλοιτο, δέχεται γραφὰς κατ’ αὐτοῦ πρός τινος τραπέζης ἀργυρίων προεστηκότος, λεγούσας τῇ τε οἰκείᾳ ἀδελφῇ ἐπιπλακῆναι, ἑτέρῳ ἀνδρὶ συνοικεῖν λαχούσῃ· δέχεται δὲ καὶ παρ’ ἑτέρων τοιούτων περὶ τῆς εὐετηρίας τῆς πόλεως,ὡς αὐτοῦ ταύτῃ πολλάκις λυμηναμένου. Καὶ περὶ μὲν τῆς εὐετηρίας τὰς ἀπολογίας ὑπέδυ, περὶ δὲ τῶν ἄλλων βασιλέα τε καὶ σύνοδον ἐπεκαλέσατο. Περὶ τούτων οὖν ἐμοῦ παρεδρεύοντος καὶ παρόντος γε αὐτῷ κατὰ τὴν βασιλέως γέγονε τὴν ἀπολογίαν ὑφέξων. Καὶ τῶν ἑκασταχοῦ πατριαρχῶν, τῶν μὲν δι’ ἑαυτῶν, τῶν δὲ καὶ δι’ ἑτέρων τῇ ζητήσει παραγενομένων, προσέτι δὲ καὶ τῆς ἱερᾶς γερουσίας καὶ πολλῶν ὁσιωτάτων μητροπολιτῶν, τῆς ὑποθέσεως δοκιμασθείσης, μετὰ πολλοὺς ἀγῶνας κρατεῖ· ὥστε τὸν κατήγορον νεύροις αἰκισθέντα καὶ τὴν πόλιν περιαχθέντα ἐξοστρακισμοῦ προστιμηθῆναι. Ἐντεῦθεν οὖν ἐπάνεισι πρὸς τὸν οἰκεῖον θρόνον, τῶν στρατευμάτων στασιαζόντων καὶ Φιλιππικοῦ ἀμφὶ Βέροιαν καὶ Χαλκίδα τὰς πόλεις ἐνδιατρίβοντος.