Ancient Greek · ~9 min
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.8
Not analysed yet
Καὶ τεσσάρων διαγενομένων μηνῶν μετὰ τὴν αὐτοῦ ἄφιξιν, ἔτος ἕβδομον καὶ τριακοστὸν καὶ ἑξακοσιοστὸν χρηματιζούσης Θεουπόλεως, μετὰ ἓν καὶ ἑξηκοστὸν ἔτος τῶν προτέρων σεισμῶν, ἐμοῦ κατὰ τὴν ἕνην καὶ νέαν ἡμέραν τοῦ Ὑπερβερεταίου μηνὸς κόρην παρθένον νυμφεύοντος, καὶ τῆς πόλεως ἑορταζούσης καὶ δημοτελῆ πανήγυριν ἀγούσης περί τε τὴν πομπὴν καὶ τὴν παστάδα, ἀμφὶ τρίτην ἐπιλύχνιον ὥραν, βρασμὸς καὶ κλόνος ἐπελθόντες τὴν πᾶσαν μὲν κατέσεισαν πόλιν· τὰ πολλὰ δὲ καὶ κατήγαγον αὐτῶν τῶν βάθρων ἀναβρασθέντων, ὥστε πάντα τὰ περὶ τὴν ἁγιωτάτην ἐκκλησίαν ἐς ἔδαφος ἐνεχθῆναι, μόνου τοῦ ἡμισφαιρίου περισωθέντος, ἐκ τῶν Δάφνης ξύλων πρὸς Ἐφραιμίου διασκευασθέντος, ἐκ τῶν ἐπὶ Ἰουστίνου σεισμῶν παθόντος· ὅπερ ἐκλίθη ἐκ τῶν ἐφεξῆς κλόνων κατὰ τὸ βόρειον μέρος ὥστε καὶ ἀντερείδοντα ξύλα βαλεῖν, ἃ καὶ πεπτώκασι τῷ σφοδρῷ κλόνῳ ὑπονοστήσαντος τοῦ ἡμισφαιρίου καὶ ὡς ἔκ τινος κανόνος ἐς τὸν ἴδιον ἀποκαταστάντος χῶρον. Πέπτωκε δὲ καὶ τὰ πολλὰ τῆς καλουμένης Ὀστρακίνης, καὶ ὃ πρόσθεν ἔφαμεν Ψηφίον, καὶ σύμπαντα τὰ καλούμενα Βυρσία, καὶ τὰ περὶ τὸν πάνσεπτον σηκὸν τῆς θεοτόκου, μόνης τῆς μέσης στοᾶς παραδόξως σωθείσης. Πεπόνθασι δὲ καὶ σύμπαντες οἱ πύργοι τοῦ πεδίου, τῆς λοιπῆς οἰκοδομίας ἀπαθοῦς μεινάσης τῶν ἐπάλξεων δίχα. Τούτων γὰρ ἔνιοι λίθοι ἐκ τοὔμπαλιν μετεστράφησαν οὐ πεπτωκότες. Πεπόνθασι δὲ καὶ ἕτεροι νεῲ καὶ τῶν δημοσίων βαλανείων ἑκάτερον τὸ πρὸς τὰς ὥρας διῃρημένον. Καὶ πλῆθος δὲ ἀστάθμητον ἥλω, καὶ ὡς εἴκαζον ἔνιοι τῷ ἄρτῳ τεκμαιρόμενοι, ἀμφὶ τὰς ἑξήκοντα χιλιάδας παρανάλωσεν ὁ πόνος οὗτος. Σώζεται οὖν ὁ ἱερεὺς ὑπέρτερον πάσης ἐλπίδος, τοῦ καταγωγίου σύμπαντος πεπτωκότος ἔνθα καὶ αὐτὸς καθῆστο, καὶ μηδενὸς τὸ παράπαν διασωθέντος ἢ μόνων τῶν ἀμφ’ αὐτὸν ἑστώτων· οἳ καὶ φοράδην ἀνελόμενοι διά τινος καλωδίου κατήγαγον ἑτέρου σεισμοῦ τόπον διορύξαντος, καὶ τῶν κινδύνων ὑπεξήγαγον. Καὶ ἕτερον δὲ γέγονε τῇ πόλει σωτήριον, τοῦ φιλανθρώπου θεοῦ φειδοῖ τὴν ἀπειλὴν θήξαντος κλάδῳ τε οἴκτου καὶ ἐλέου τὴν ἁμαρτίαν σωφρονίσαντος. Οὐδεὶς γὰρ ἐμπρησμὸς γέγονε, τοσαύτης φλογὸς τὴν πόλιν περιεχούσης, ἔκ τε τῶν ἐσχαρῶν καὶ τῶν δημοσίων καὶ ἰδιωτικῶν λύχνων ὀπτανείων τε πνιγέων τε αὖ καὶ βαλανείων καὶ ἑτέρων ἀναρίθμων. Ἐλήφθησαν δὲ καὶ τῶν ἀξιολόγων πλεῖστοι, μεθ’ ὧν καὶ Ἀστέριος ἔργον τῶν σεισμῶν γέγονε. Καὶ τὸ μὲν πάθος τῆς πόλεως χρήμασιν ὁ βασιλεὺς παρεμυθήσατο.