Ancient Greek · ~7 min
Volume 40
Evagrius Scr. Eccl., Capitula xxxiii (definitiones passionum animae rationalis) 40.1265
Not analysed yet
Βʹ. Ὀπισθότονος, ἔστι κακία φύσεως λογικῆς, καθ' ἣν δυσκαμπὴς γίνεται πρὸς ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ. Γʹ. Σφακελλισμὸς, ἔστι ζέσις καὶ κίνησις θυμοῦ τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἐκταράττουσα. Δʹ. Τυφλότης, ἔστιν ἄγνοια τοῦ νοῦ, ταῖς πρακτικαῖς ἀρεταῖς καὶ τῇ τῶν γεγονότων θεωρίᾳ μὴ ἐπιβάλλουσα. Εʹ. Παράλυσις, ἔστι δυσκινησία λογιστικῆς ψυχῆς πρὸς τὰς πρακτικὰς ἀρετάς. ϛʹ. Γονόῤῥοια, ἔστι ῥᾳθυμία λογικῆς ψυχῆς, καθ' ἣν ἀποβάλλειν τοὺς τῆς πνευματικῆς διδασκαλίας εἴωθε λόγους. Ζʹ. Ἀποκάθισις, ἔστιν ἀδυναμία λογικῆς ψυχῆς, καθ' ἣν τὰς συντελούσας ἀρετὰς πρὸς τὴν μόρφωσιν τοῦ Χριστοῦ εἴωθεν ἀποβάλλειν. Ηʹ. Λέπρα ἀπιστία ἐστὶν λογικῆς ψυχῆς, καθ' ἣν οὐ πληροφορεῖται ψηλαφῶσα τοὺς λόγους. Θʹ. Ἔκστασις, ἔστι νεῦσις πάλιν πρὸς κακίαν λογικῆς ψυχῆς μετὰ τὴν ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ. Ιʹ. Θλάσις, ἔστιν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἢν μετέρχεται τὰς ἀρετὰς οὐ δι' αὐτὸ τὸ καλόν. ΙΑʹ. Κολόβωσις ῥινὸς, ἔστι στέρησις ἀρετῆς ἀντιλαμβανομένης εὐωδίας τῆς τοῦ Χριστοῦ. ΙΒʹ. Ὠτότμησις. ἔστι σκληρία λογικῆς ψυχῆς πρὸς τὴν πνευματικὴν διδασκαλίαν ἀνθέλκουσα. ΙΓʹ. Ἐφηλὶς, ἔστι πνευματικῆς θεωρίας ἔκπτωσις, ἢ τῆς τῶν γεγονότων θεωρίας οὐκ ἀληθὴς κατανόησις. ΙΔʹ. Μογιλαλία, ἔστι πάθος τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς, καθ' ὃ σκανδαλιζόμενος ἐπὶ τοῖς γινομένοις ἐν παντὶ εὐχαριστεῖν ἀδυνατεῖ τῷ Θεῷ. ΙΕʹ. Χωλότης, ἔστιν ἀδυναμία φύσεως λογικῆς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Ιϛʹ. Ὕδρωψ, ἔστιν ἔκκλισις ἄλογος ψυχῆς, καθ' ἣν σβεσθεισῶν τῶν ἀρετῶν ἐπικρατεῖ κακία καὶ ἀγνωσία. ΙΖʹ. Μύρμηξ, ἔστιν ἄνθρωπος πρακτικὸς τὴν ἑαυτοῦ τροφὴν ἐν τῷ αἰῶνι τούτῳ παρασκευάζων. ΙΗʹ. Χοιρογρύλλιοι, εἰσὶν ἔθνη ἀκάθαρτα τὰς ἐντολὰς δεξάμενα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. ΙΘʹ. Ἀβασίλευτοι ἀκρίδες, ψυχαὶ λογικαὶ μὴ σαλευόμεναι ὑπὸ τοῦ θανάτου καὶ ὑπὸ τῶν σπερμάτων διατρεφόμεναι. Κʹ. Ἀσκαλαβότης, ἔστι νοῦς πρακτικὸς, ἐπερειδόμενος ἀρεταῖς καὶ κατοικῶν ἐν ταῖς γνώσεσι τῶν οὐρανίων δυνάμεων. ΚΑʹ. Σκύμνος λέοντος, ἔστιν ἄνθρωπος ἀπαθὴς τῶν ἐν αὐτῷ γενομένων βασιλεύσας θηρίων.