Ancient Greek · ~3 min
Volume 40
Evagrius Scr. Eccl., Capitula xxxiii (definitiones passionum animae rationalis) 40.1268
Not analysed yet
ΚΒʹ. Ἀλεκτρυὼν, ἔστιν ἄνθρωπος πνευματικὸς πληρούμενος γνώσεως καὶ ἑτέραις εὐαγγελιζόμενος ψυχαῖς τὴν παρὰ τοῦ νοητοῦ ἡλίου γενομένην ἡμέραν. ΚΓʹ. Τράγος, ἔστιν ἀνὴρ πρακτικὸς τῶν ἐν αὐτῷ ἀτάκτων λογισμῶν ὀρθῶς καθηγούμενος. ΚΔʹ. Βδέλλα, ἔστι φύσις ἀκάθαρτος τὸ δίκαιον αἶμα ἐκ τῶν λογικῶν ψυχῶν ἐκμυζῶσα. ΚΕʹ. ᾍδης, ἔστιν ἄγνοια φύσεως λογικῆς κατὰ στέρησιν τοῦ Θεοῦ θεωρίας ἐπισυμβαίνουσα. Κϛʹ. Γυνὴ, ἔστιν ἀφροσύνη λογικὰς ψυχὰς ἐπὶ ἀκαθαρσίαν προσκαλουμένη. ΚΖʹ. Γῆ, ἔστιν ἕξις χειρίστη ἐξ ἀσεβείας καὶ παρανομίας συλλεγομένη. ΚΗʹ. Πῦρ, ἔστι κακία φύσεως λογικῆς φθαρτικὴ τῶν τοῦ Θεοῦ ἀρετῶν. ΚΘʹ. Ὕδωρ, ἔστι γνῶσις ψευδὴς σβεστικὴ γνώσεως ἀληθοῦς. Λʹ. Ὀφθαλμὸς καταγελῶν, ἔστι φύσις ἀκάθαρτος τῆς τοῦ Θεοῦ καταγελῶσα γνώσεως καὶ ἀτιμάζουσα τὴν ἐν τοῖς γεγονόσι σοφίαν. ΛΑʹ. Κόρακες, εἰσὶ δυνάμεις ἅγιαι, φθαρτικαὶ τῶν κακιῶν. ΛΒʹ. Φάραγγες, εἰσὶ ψυχαὶ λογικαὶ κοιλανθεῖσαι ἀπὸ κακίας καὶ ἀγνωσίας. ΛΓʹ. Νεοσσοὶ ἀετῶν, εἰσὶ δυνάμεις ἅγιαι τοὺς ἀκαθάρτους καταβάλλειν πεπιστευμέναι.