Ancient Greek · ~7 min
117 to 127
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 117-2-127
Not analysed yet
οἱ δʼ ἀπὸ τοῦ τείχους πλῆθος χερμάδων καὶ βελῶν παντοίων ἄθρουν κατέχεαν, ὡς συχνοὺς μὲν ἀνελεῖν, τρῶσαι δὲ πλείστους. ἦν γὰρ οὐ ῥᾴδιον τοῦ τείχους διαφυγεῖν τῶν κατόπιν βιαζομένων, καὶ ἄλλως αἰδὼς τῆς διαμαρτίας καὶ τῶν ἡγεμόνων δέος παρεκελεύετο τῷ πταίσματι προσλιπαρεῖν. διὸ δὴ μέχρι πλείστου διαδορατιζόμενοι καὶ πολλὰς ὑπὸ τῶν Ἰουδαίων λαμβάνοντες πληγάς, ἀμέλει δʼ οὐκ ἐλάττους ἀντιδιδόντες, τέλος ἀνωθοῦσι τοὺς κυκλωσαμένους· ὑποχωροῦσι δʼ αὐτοῖς οἱ Ἰουδαῖοι καὶ μέχρι τῶν Ἑλένης μνημείων εἵποντο βάλλοντες. Ἔπειθʼ οἱ μὲν ἀπειροκάλως ἐξυβρίζοντες εἰς τὴν τύχην ἔσκωπτόν τε τοὺς Ῥωμαίους δελεασθέντας ἀπάτῃ καὶ τοὺς θυρεοὺς ἀνασείοντες ἐσκίρτων καὶ μετὰ χαρᾶς ἀνεβόων. τοὺς δὲ στρατιώτας ἀπειλή τε τῶν ταξιάρχων καὶ χαλεπαίνων Καῖσαρ τούτοις ἐξεδέχετο, φάσκων ὡς Ἰουδαῖοι μέν, οἷς ἀπόνοια μόνη στρατηγεῖ, πάντα μετὰ προνοίας πράττουσι καὶ σκέψεως ἐπιβουλάς τε συντάσσοντες καὶ λόχους, ἕπεται δʼ αὐτῶν ταῖς ἐνέδραις καὶ τύχη διὰ τὸ πειθήνιον καὶ τὴν πρὸς ἀλλήλους εὔνοιάν τε καὶ πίστιν· Ῥωμαῖοι δέ, οἷς διʼ εὐταξίαν καὶ τὸ πρὸς τοὺς ἡγεμόνας εὐπειθὲς ἀεὶ δουλεύει καὶ τύχη, νῦν ὑπὸ τῶν ἐναντίων πταίουσι καὶ διὰ χειρῶν ἀκρασίαν ἁλίσκονται, τὸ πάντων αἴσχιστον, ἀστρατήγητοι μαχόμενοι παρόντος Καίσαρος. ἦ μεγάλα μὲν στενάξειν ἔφη τοὺς τῆς στρατείας νόμους, μεγάλα δὲ αὐτοῦ τὸν πατέρα τήνδε τὴν πληγὴν πυθόμενον, εἴ γε ὁ μὲν ἐν πολέμοις γηράσας οὐδέποτʼ ἔπταισεν οὕτως, οἱ νόμοι δʼ ἀεὶ καὶ τοὺς βραχύ τι τῆς τάξεως παρακινήσαντας θανάτῳ κολάζουσιν, νῦν δʼ ὅλην στρατιὰν ἑωράκασι λιποτάκτην. γνώσεσθαί γε μὴν αὐτίκα τοὺς ἀπαυθαδισαμένους, ὅτι καὶ τὸ νικᾶν παρὰ Ῥωμαίοις δίχα παραγγέλματος ἀδοξεῖται. τοιαῦτα διατεινάμενος πρὸς τοὺς ἡγεμόνας δῆλος ἦν κατὰ πάντων χρήσεσθαι τῷ νόμῳ. καὶ οἱ μὲν παρεῖσαν τὰς ψυχὰς ὡς ὅσον οὔπω τεθνηξόμενοι δικαίως, περιχυθέντα δὲ τὰ τάγματα τῷ Τίτῳ περὶ τῶν συστρατιωτῶν ἱκέτευε καὶ τὴν ὀλίγων προπέτειαν χαρίσασθαι τῇ πάντων εὐπειθείᾳ κατηντιβόλουν· ἀναλήψεσθαι γὰρ τὸ παρὸν πταῖσμα ταῖς εἰς τὸ μέλλον ἀρεταῖς.