Ancient Greek · ~7 min
130 to 139
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 130-139
Not analysed yet
Τίτος δὲ ὡς οὔτε οἶκτον ἑαυτῶν τοὺς ἄνδρας οὔτε φειδὼ τοῦ ναοῦ ποιουμένους ἑώρα, πάλιν πρὸς πόλεμον ἄκων ἐχώρει. πᾶσαν μὲν οὖν τὴν δύναμιν ἐπάγειν αὐτοῖς οὐχ οἷόν τε ἦν μὴ χωρουμένην τῷ τόπῳ, τριάκοντα δʼ ἐπιλέξας ἀφʼ ἑκάστης ἑκατονταρχίας τοὺς ἀρίστους καὶ τοῖς χιλιάρχοις ἀνὰ χιλίους παραδούς, τούτων δʼ ἐπιτάξας ἡγεμόνα Κερεάλιον, ἐπιθέσθαι προσέταξε ταῖς φυλακαῖς περὶ ὥραν τῆς νυκτὸς ἐνάτην. ὄντα δὲ καὶ αὐτὸν ἐν τοῖς ὅπλοις καὶ συγκαταβαίνειν παρεσκευασμένον οἵ τε φίλοι διὰ τὸ μέγεθος τοῦ κινδύνου κατέσχον καὶ τὰ παρὰ τῶν ἡγεμόνων λεγόμενα· πλεῖον γὰρ αὐτὸν ἀνύσειν ἔφασαν ἐπὶ τῆς Ἀντωνίας καθεζόμενον καὶ τὴν μάχην ἀγωνοθετοῦντα τοῖς στρατιώταις ἢ εἰ καταβὰς προκινδυνεύοι· πάντας γὰρ ὁρῶντος Καίσαρος ἀγαθοὺς πολεμιστὰς ἔσεσθαι. τούτοις πεισθεὶς Καῖσαρ καὶ διʼ ἓν τοῦτο τοῖς στρατιώταις ὑπομένειν εἰπών, ἵνα κρίνῃ τὰς ἀρετὰς αὐτῶν καὶ μήτε τῶν ἀγαθῶν τις ἀγέραστος μήτε τῶν ἐναντίων ἀτιμώρητος διαλάθῃ, γένηται δὲ αὐτόπτης καὶ μάρτυς ἁπάντων ὁ καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾶν κύριος, τοὺς μὲν ἐπὶ τὴν πρᾶξιν ἔπεμπε καθʼ ἣν ὥραν προείρηται, προελθὼν δὲ αὐτὸς εἰς τὸ εὐκάτοπτον ἀπὸ τῆς Ἀντωνίας ἐκαραδόκει τὸ μέλλον. Οὐ μὴν οἵ γε πεμφθέντες τοὺς φύλακας εὗρον κοιμωμένους, ὡς ἤλπισαν, ἀλλʼ ἀναπηδήσασι μετὰ κραυγῆς εὐθέως συνεπλέκοντο· πρὸς δὲ τὴν βοὴν τῶν ἐκκοιτούντων ἔνδοθεν οἱ λοιποὶ κατὰ στῖφος ἐξέθεον. τῶν μὲν δὴ πρώτων τὰς ὁρμὰς ἐξεδέχοντο Ῥωμαῖοι· περιέπιπτον δʼ οἱ μετʼ ἐκείνους τῷ σφετέρῳ τάγματι, καὶ πολλοὶ τοῖς οἰκείοις ὡς πολεμίοις ἐχρῶντο. τὴν μὲν γὰρ διὰ βοῆς ἐπίγνωσιν ἡ κραυγὴ συγχυθεῖσα παρʼ ἀμφοῖν, τὴν δὲ διʼ ὀμμάτων ἡ νὺξ ἕκαστον ἀφείλετο, καὶ τυφλώττειν ἄλλως οὓς μὲν οἱ θυμοὶ παρεσκεύαζον οὓς δʼ οἱ φόβοι· διὰ τοῦτο τὸν προστυχόντα πλήττειν ἦν ἄκριτον. Ῥωμαίους μὲν οὖν συνησπικότας καὶ κατὰ συντάξεις προπηδῶντας ἧττον ἔβλαπτεν ἡ ἄγνοια· καὶ γὰρ ἦν παρʼ ἑκάστῳ μνήμη τοῦ συνθήματος·