Ancient Greek · ~7 min
160 to 168
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 160-2-168
Not analysed yet
ἐστρατήγει δὲ τῶν μὲν αἰδώς, τῶν δὲ ἀνάγκη· τό τε γὰρ ἐξαφεῖναι Ἰουδαίους ὥσπερ ἄρκυσιν ἐνειλημμένους Ῥωμαίοις αἴσχιστον ἐδόκει, κἀκεῖνοι μίαν ἐλπίδα σωτηρίας εἶχον, εἰ βιασάμενοι ῥήξειαν τὸ τεῖχος· καὶ τῶν ἀπὸ σπείρας τις ἱππέων, Πεδάνιος τοὔνομα, τρεπομένων ἤδη τῶν Ἰουδαίων καὶ κατὰ τῆς φάραγγος συνωθουμένων ῥόθιον ἐκ πλαγίου παρελαύνων τὸν ἵππον ἁρπάζει τινὰ φεύγοντα τῶν πολεμίων, νεανίαν στιβαρόν τε ἄλλως τὸ σῶμα καὶ καθωπλισμένον, δραξάμενος ἐκ τοῦ σφυροῦ· τοσοῦτον μὲν ἑαυτὸν ἐκ τρέχοντος ἐπέκλινε τοῦ ἵππου, τοσοῦτον δὲ ἐπεδείξατο τῆς δεξιᾶς τὸν τόνον καὶ τοῦ λοιποῦ σώματος ἔτι δʼ ἐμπειρίας ἱππικῆς. ὁ μὲν οὖν ὥσπερ τι κειμήλιον ἁρπασάμενος ἧκε φέρων Καίσαρι τὸν αἰχμάλωτον· Τίτος δὲ τὸν μὲν λαβόντα τῆς δυνάμεως θαυμάσας, τὸν δὲ ληφθέντα τῆς περὶ τὸ τεῖχος ἐπιχειρήσεως κολάσαι κελεύσας, αὐτὸς ἐν ταῖς περὶ τὸ ἱερὸν διαμάχαις ἦν καὶ τὰ χώματα κατήπειγεν. Ἐν ᾧ Ἰουδαῖοι κακούμενοι ταῖς συμβολαῖς ἀεὶ κατʼ ὀλίγον κορυφουμένου τοῦ πολέμου καὶ τῷ ναῷ προσέρποντος, καθάπερ σηπομένου σώματος ἀπέκοπτον τὰ προειλημμένα μέλη φθάνοντες τὴν εἰς τὸ πρόσω νομήν. τῆς γὰρ βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν Ἀντωνίαν ἐμπρήσαντες ἔπειτα ἀπέρρηξαν ὅσον πήχεις εἴκοσι, ταῖς ἰδίαις χερσὶν ἀρξάμενοι καίειν τὰ ἅγια. μετὰ δʼ ἡμέρας δύο, τετράδι καὶ εἰκάδι τοῦ προειρημένου μηνός, τὴν πλησίον στοὰν ὑποπιμπρᾶσι Ῥωμαῖοι, καὶ μέχρι πεντεκαίδεκα πηχῶν προκόψαντος τοῦ πυρὸς ἀποκόπτουσιν ὁμοίως Ἰουδαῖοι τὴν ὀροφήν, μήτε καθάπαξ ἐξιστάμενοι τῶν ἔργων καὶ τὸ πρὸς τὴν Ἀντωνίαν συναφὲς αὐτῶν διαιροῦντες· διὸ καὶ παρὸν κωλύειν ὑποπιμπράντας, οἱ δὲ πρὸς τὴν ἐμβολὴν τοῦ πυρὸς ἠρεμήσαντες τὴν νομὴν ἐμέτρησαν αὐτῷ σφίσι χρησίμως. περὶ μὲν δὴ τὸ ἱερὸν οὐ διέλειπον αἱ συμβολαί, συνεχὴς δʼ ἦν κατὰ μέρος ἐκθεόντων ἐπʼ ἀλλήλους ὁ πόλεμος.