Ancient Greek · ~7 min
164 to 173
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 164-173
Not analysed yet
ἀλλὰ περικείμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα καὶ τὸ τιμιώτατον καλούμενος τῶν σεβασμίων ὀνομάτων, ζῶ καὶ φιλοψυχῶ, μηδʼ ὑπὲρ τοὐμοῦ γήρως ὑπομένων εὐκλεῆ θάνατον †εἰ δεῖ μὴ μόνος εἰμὶ καὶ καθάπερ ἐν ἐρημίᾳ τὴν ἐμαυτοῦ ψυχὴν ἐπιδώσω μόνην ὑπὲρ τοῦ θεοῦ. τί γὰρ καὶ δεῖ ζῆν ἐν δήμῳ συμφορῶν ἀναισθητοῦντι καὶ παρʼ οἷς ἀπόλωλεν ἡ τῶν ἐν χερσὶ παθῶν ἀντίληψις; ἁρπαζόμενοι γοῦν ἀνέχεσθε καὶ τυπτόμενοι σιωπᾶτε, καὶ τοῖς φονευομένοις οὐδʼ ἐπιστένει τις ἀναφανδόν. ὢ τῆς πικρᾶς τυραννίδος. τί [δὲ] μέμφομαι τοὺς τυράννους; μὴ γὰρ οὐκ ἐτράφησαν ὑφʼ ὑμῶν καὶ τῆς ὑμετέρας ἀνεξικακίας; μὴ γὰρ οὐχ ὑμεῖς περιιδόντες τοὺς πρώτους συνισταμένους, ἔτι δʼ ἦσαν ὀλίγοι, πλείους ἐποιήσατε τῇ σιωπῇ καὶ καθοπλιζομένων ἠρεμοῦντες καθʼ ἑαυτῶν ἐπεστρέψατε τὰ ὅπλα, δέον τὰς πρώτας αὐτῶν ἐπικόπτειν ὁρμάς, ὅτε λοιδορίαις καθήπτοντο τῶν συγγενῶν, ὑμεῖς δὲ ἀμελήσαντες ἐφʼ ἁρπαγὰς παρωξύνατε τοὺς ἀλιτηρίους, καὶ πορθουμένων οἴκων λόγος ἦν οὐδείς· τοιγαροῦν αὐτοὺς ἥρπαζον τοὺς δεσπότας, καὶ συρομένοις διὰ μέσης τῆς πόλεως οὐδεὶς ἐπήμυνεν. οἱ δὲ καὶ δεσμοῖς ᾐκίσαντο τοὺς ὑφʼ ὑμῶν προδοθέντας, ἐῶ λέγειν πόσους καὶ ποδαπούς· ἀλλʼ ἀκαταιτιάτοις ἀκρίτοις οὐδεὶς ἐβοήθησε τοῖς δεδεμένοις. ἀκόλουθον ἦν ἐπιδεῖν τοὺς αὐτοὺς φονευομένους. ἐπείδομεν καὶ τοῦτο καθάπερ ἐξ ἀγέλης ζῴων ἀλόγων ἑλκομένου τοῦ κρατιστεύοντος ἀεὶ θύματος, οὐδὲ φωνήν τις ἀφῆκεν οὐχ ὅπως ἐκίνησε τὴν δεξιάν. φέρετε δὴ [τοίνυν], φέρετε πατούμενα βλέποντες τὰ ἅγια καὶ πάντας ὑποθέντες αὐτοὶ τοῖς ἀνοσίοις τοὺς τῶν τολμημάτων βαθμοὺς μὴ βαρύνεσθε τὴν ὑπεροχήν· καὶ γὰρ νῦν πάντως ἂν ἐπὶ μεῖζον προύκοψαν, εἴ τι τῶν ἁγίων καταλῦσαι μεῖζον εἶχον. κεκράτηται μὲν οὖν τὸ ὀχυρώτατον τῆς πόλεως· λεγέσθω γὰρ νῦν τὸ ἱερὸν ὡς ἄκρα τις ἢ φρούριον· ἔχοντες δʼ ἐπιτετειχισμένην τυραννίδα τοσαύτην καὶ τοὺς ἐχθροὺς ὑπὲρ κορυφὴν βλέποντες, τί βουλεύεσθε καὶ τίσι τὰς γνώμας προσθάλπετε; Ῥωμαίους ἄρα περιμενεῖτε, ἵνʼ ἡμῶν βοηθήσωσι τοῖς ἁγίοις; ἔχει μὲν οὕτως τὰ πράγματα τῇ πόλει, καὶ πρὸς τοσοῦτον ἥκομεν συμφορῶν, ἵνα ἡμᾶς ἐλεήσωσι καὶ πολέμιοι.