Ancient Greek · ~2 min
Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους λόγος β.
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 195
Not analysed yet
Τῶν δὲ τὸν νόμον καὶ τὸ πάτριον ἔθος προτεινομένων καὶ ὡς οὐδὲ θεοῦ τι δείκηλον, οὐχ ὅπως ἀνδρός, οὐ κατὰ τὸν ναὸν μόνον ἀλλʼ οὐδὲ ἐν εἰκαίῳ τινὶ τόπῳ τῆς χώρας θέσθαι θεμιτὸν εἴη, ὑπολαβὼν ὁ Πετρώνιος ἀλλὰ μὴν καὶ ἐμοὶ φυλακτέος ὁ τοὐμοῦ δεσπότου νόμος, ἔφη· παραβὰς γὰρ αὐτὸν καὶ φεισάμενος ὑμῶν ἀπολοῦμαι δικαίως. πολεμήσει δʼ ὑμᾶς ὁ πέμψας με καὶ οὐκ ἐγώ· καὶ γὰρ αὐτός, ὥσπερ ὑμεῖς, ἐπιτάσσομαι.