Ancient Greek · ~7 min
195 to 205
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 195-2-205
Not analysed yet
τὸ δὲ πλῆθος ἄγειν αὐτοὺς ἐβόα καθʼ ὧν παρεκάλει, καὶ προκινδυνεύειν ἕκαστος ἦν ἑτοιμότατος. Ἐν ὅσῳ δὲ ὁ Ἄνανος κατέλεγέ τε καὶ συνέτασσε τοὺς ἐπιτηδείους πρὸς μάχην, οἱ ζηλωταὶ πυνθανόμενοι τὴν ἐπιχείρησιν, παρῆσαν γὰρ οἱ ἀγγέλλοντες αὐτοῖς πάντα τὰ παρὰ τοῦ δήμου, παροξύνονται κἀκ τοῦ ἱεροῦ προπηδῶντες ἀθρόοι τε καὶ κατὰ λόχους οὐδενὸς ἐφείδοντο τῶν προστυγχανόντων. ἀθροίζεται δὲ ὑπʼ Ἀνάνου ταχέως τὸ δημοτικόν, πλήθει μὲν ὑπερέχον, ὅπλοις δὲ καὶ τῷ μὴ συγκεκροτῆσθαι λειπόμενον τῶν ζηλωτῶν. τὸ πρόθυμον δὲ παρʼ ἑκατέροις ἀνεπλήρου τὰ λείποντα, τῶν μὲν ἀπὸ τῆς πόλεως ἀνειληφότων ὀργὴν ἰσχυροτέραν τῶν ὅπλων, τῶν δὲ ἀπὸ τοῦ ἱεροῦ τόλμαν παντὸς πλήθους ὑπερέχουσαν· καὶ οἱ μὲν ἀοίκητον ὑπολαμβάνοντες αὑτοῖς τὴν πόλιν εἰ μὴ τοὺς λῃστὰς ἐκκόψειαν αὐτῆς, οἱ ζηλωταὶ δὲ εἰ μὴ κρατοῖεν οὐκ ἔστιν ἧστινος ὑστερήσειν τιμωρίας, συνερρήγνυντο στρατηγούμενοι τοῖς πάθεσι, τὸ μὲν πρῶτον κατὰ τὴν πόλιν καὶ πρὸ τοῦ ἱεροῦ λίθοις βάλλοντες ἀλλήλους καὶ πόρρωθεν διακοντιζόμενοι, κατὰ δὲ τὰς τροπὰς οἱ κρατοῦντες ἐχρῶντο τοῖς ξίφεσι· καὶ πολὺς ἦν ἑκατέρων φόνος, τραυματίαι τε ἐγίνοντο συχνοί. καὶ τοὺς μὲν ἀπὸ τοῦ δήμου διεκόμιζον εἰς τὰς οἰκίας οἱ προσήκοντες, ὁ δὲ βληθεὶς τῶν ζηλωτῶν εἰς τὸ ἱερὸν ἀνῄει καθαιμάσσων τὸ θεῖον ἔδαφος· καὶ μόνον ἄν τις εἴποι τὸ ἐκείνων αἷμα μιᾶναι τὰ ἅγια. κατὰ μὲν οὖν τὰς συμβολὰς ἐκτρέχοντες ἀεὶ περιῆσαν οἱ λῃστρικοί, τεθυμωμένοι δὲ οἱ δημοτικοὶ καὶ πλείους ἀεὶ γινόμενοι, κακίζοντες τοὺς ἐνδιδόντας καὶ μὴ διδόντες τοῖς τρεπομένοις ἀναχώρησιν οἱ κατόπιν βιαζόμενοι, πᾶν μὲν ἐπιστρέφουσι τὸ σφέτερον εἰς τοὺς ὑπεναντίους· κἀκείνων μηκέτʼ ἀντεχόντων τῇ βίᾳ, κατὰ μικρὸν δʼ ἀναχωρούντων εἰς τὸ ἱερὸν συνεισπίπτουσιν οἱ περὶ τὸν Ἄνανον. τοῖς δὲ κατάπληξις ἐμπίπτει στερομένοις τοῦ πρώτου περιβόλου, καὶ καταφυγόντες εἰς τὸ ἐνδοτέρω ταχέως ἀποκλείουσι τὰς πύλας. τῷ δʼ Ἀνάνῳ προσβαλεῖν μὲν οὐκ ἐδόκει τοῖς ἱεροῖς πυλῶσιν ἄλλως τε κἀκείνων βαλλόντων ἄνωθεν, ἀθέμιτον δʼ ἡγεῖτο, κἂν κρατήσῃ, μὴ προηγνευκὸς εἰσαγαγεῖν τὸ πλῆθος·