Ancient Greek
248 to 258
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 248-258
Not analysed yet
ἐπάλληλοι δὲ ἐκτύπουν οἱ νεκροὶ κατὰ τοῦ τείχους ῥιπτόμενοι, καὶ δεινὴ μὲν ἔνδοθεν κραυγὴ γυναικῶν ἠγείρετο, συνήχουν δʼ ἔξωθεν οἰμωγαὶ φονευομένων. αἵματι δʼ ἐρρεῖτο πᾶς ὁ πρὸ τῆς μάχης περίβολος, καὶ προσβατὸν ὑπὸ πτωμάτων τὸ τεῖχος ἐγίνετο. φοβερωτέραν δὲ ἐποίουν τὴν βοὴν περιηχοῦντα τὰ ὄρη, καὶ οὐδὲν ἐπʼ ἐκείνης τῆς νυκτὸς οὔτε εἰς ἀκοῆς οὔτε εἰς ὄψεως κατάπληξιν ἀπελείπετο. πλεῖστοι μέν γε τῶν ἐπὶ τῆς Ἰωταπάτης ἀγωνιζόμενοι γενναίως ἔπεσον, πλεῖστοι δʼ ἐγένοντο τραυματίαι, καὶ μόλις περὶ τὴν ἑωθινὴν φυλακὴν ἐνδίδωσι τοῖς μηχανήμασι τὸ τεῖχος ἀδιαλείπτως τυπτόμενον· οἱ δὲ φραξάμενοι τοῖς σώμασι καὶ τοῖς ὅπλοις τὸ καταρριφθὲν ἀντωχύρωσαν πρὶν βληθῆναι τὰς ἐπιβατηρίους ὑπὸ τῶν Ῥωμαίων μηχανάς. Ὑπὸ δὲ τὴν ἕω Οὐεσπασιανὸς ἐπὶ τὴν κατάληψιν τῆς πόλεως συνῆγεν τὴν στρατιὰν ὀλίγον ἀπὸ τοῦ νυκτερινοῦ πόνου διαναπαύσας. βουλόμενος δʼ ἀπὸ τῶν καταρριφθέντων περισπάσαι τοὺς εἴργοντας τοὺς μὲν γενναιοτάτους τῶν ἱππέων ἀποβήσας [τῶν ἵππων] τριχῇ διέταξεν κατὰ τὰ πεπτωκότα τοῦ τείχους, πάντοθεν πεφραγμένους τοῖς ὅπλοις καὶ τοὺς κοντοὺς προΐσχοντας, ὡς ὁπότε τὰς ἐπιβατηρίους βάλλοιεν μηχανὰς κατάρχοιντο τῆς εἰσόδου· κατόπιν δὲ αὐτῶν ἔταξεν τοῦ πεζοῦ τὸ ἀκμαιότατον, τὸ δὲ λοιπὸν ἱππικὸν ἀντιπαρεξέτεινεν τῷ τείχει κατὰ πᾶσαν τὴν ὀρεινὴν πρὸς τὸ μηδένα τῶν ἀναφευγόντων ἐκ τῆς ἁλώσεως διαλαθεῖν. κατόπιν δὲ τούτων περιέστησεν τοὺς τοξότας ἔχειν κελεύσας ἕτοιμα τὰ βέλη πρὸς ἄφεσιν, ὁμοίως δὲ καὶ σφενδονήτας καὶ τοὺς ἐπὶ τῶν μηχανημάτων, ἑτέρους δὲ κλίμακας ἀραμένους προσφέρειν ἐπάνω τοῖς ἀκεραίοις τείχεσιν, ἵνʼ οἱ μὲν τούτους κωλύειν πειρώμενοι καταλίποιεν τὴν ἐπὶ τοῖς καταρριφθεῖσιν φυλακήν, οἱ λοιποὶ δὲ ὑπʼ ἀθρόων βιαζόμενοι τῶν βελῶν εἴξωσιν τῆς εἰσόδου. Ἰώσηπος δὲ συνιεὶς τὴν ἐπίνοιαν ἐπὶ μὲν τοῦ μένοντος τείχους σὺν τοῖς κεκμηκόσιν ἵστησι τοὺς γηραιοὺς ὡς μηδὲν ταύτῃ βλαβησομένους, εἰς δὲ τὰ παρερρωγότα τοῦ τείχους τοὺς δυνατωτάτους καὶ πρὸ πάντων ἀνὰ ἓξ ἄνδρας, μεθʼ ὧν καὶ αὐτὸς εἰς τὸ προκινδυνεύειν ἐκληρώσατο.