Ancient Greek · ~2 min
Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον α.
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 25
Not analysed yet
Καὶ ὡς ἄρας ἀπὸ τῆς Αἰγύπτου Τίτος δεύτερον εἰς τὴν χώραν ἐνέβαλεν, ὅπως τε τὰς δυνάμεις καὶ ὅπου συνήγαγε καὶ ὁπόσας, καὶ ὅπως ἐκ τῆς στάσεως ἡ πόλις διέκειτο παρόντος αὐτοῦ, προσβολάς τε ὅσας ἐποιήσατο καὶ ὁπόσα χώματα, περιβόλους τε τῶν τριῶν τειχῶν καὶ τὰ μέτρα τούτων, τήν τε τῆς πόλεως ὀχυρότητα καὶ τοῦ ἱεροῦ καὶ τοῦ ναοῦ τὴν διάθεσιν,