Ancient Greek · ~7 min
253 to 261
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 253-3-261
Not analysed yet
βασιλεὺς δʼ οὗτος ἦν τῶν ὑπὲρ Εὐφράτην Ἀδιαβηνῶν· κατεῖχε δὲ καὶ τὴν πηγὴν καὶ τῆς Ἄκρας, αὕτη δʼ ἦν ἡ κάτω πόλις, τὰ μέχρι τῶν Ἑλένης βασιλείων τῆς τοῦ Μονοβάζου μητρός, ὁ δʼ Ἰωάννης τό θʼ ἱερὸν καὶ τὰ πέριξ ἐπʼ οὐκ ὀλίγον τόν τε Ὀφλᾶν καὶ τὴν Κεδρῶνα καλουμένην φάραγγα. τὸ μεταξὺ δὲ τούτων ἐμπρήσαντες τῷ πρὸς ἀλλήλους πολέμῳ χώραν ἀνεῖσαν· οὐδὲ γὰρ πρὸς τοῖς τείχεσιν ἐστρατοπεδευμένων Ῥωμαίων ἔνδον ἡ στάσις ἠρέμει, βραχὺ δὲ πρὸς τὴν πρώτην ὑπονήψαντες ἐκδρομὴν ἀνενόσουν καὶ κατὰ σφᾶς πάλιν διαστάντες ἐμάχοντο, τὰ κατʼ εὐχήν τε πάντα τοῖς πολιορκοῦσιν ἔπραττον. οὔτε γοῦν αὐτοί τι χεῖρον ὑπὸ Ῥωμαίων ἔπαθον ὧν ἀλλήλους ἔδρασαν, οὔτε μετὰ τούτους ἡ πόλις ἐπειράθη καινοτέρου πάθους, ἀλλʼ ἡ μὲν χαλεπώτερόν τι πρὸ τοῦ πεσεῖν ἠτύχησεν, οἱ δʼ ἑλόντες αὐτὴν κατώρθωσάν τι μεῖζον. φημὶ γὰρ ὡς τὴν μὲν πόλιν ἡ στάσις, Ῥωμαῖοι δʼ εἷλον τὴν στάσιν, ἥπερ ἦν πολὺ τῶν τειχῶν ὀχυρωτέρα· καὶ τὸ μὲν σκυθρωπὸν τοῖς οἰκείοις, τὸ δίκαιον δʼ ἄν τις εὐλόγως Ῥωμαίοις προσγράφοι. νοείτω δὲ ὅπῃ τοῖς πράγμασιν ἕκαστος ἄγεται. Τῶν γε μὴν ἔνδον οὕτως διακειμένων ὁ Τίτος μετʼ ἐπιλέκτων ἱππέων περιιὼν ἔξωθεν ᾗ προσβάλλοι τοῖς τείχεσι κατεσκέπτετο. ἀπορουμένῳ δὲ πάντοθεν, οὔτε γὰρ κατὰ τὰς φάραγγας ἦν προσιτὸν καὶ κατὰ θάτερα τὸ πρῶτον τεῖχος ἐφαίνετο τῶν ὀργάνων στερεώτερον, ἐδόκει κατὰ τὸ Ἰωάννου τοῦ ἀρχιερέως μνημεῖον προσβαλεῖν· ταύτῃ γὰρ τό τε πρῶτον ἦν ἔρυμα χθαμαλώτερον καὶ τὸ δεύτερον οὐ συνῆπτεν ἀμελησάντων καθὰ μὴ λίαν ἡ καινὴ πόλις συνῴκιστο τειχίζειν, ἀλλʼ ἐπὶ τὸ τρίτον ἦν εὐπέτεια, διʼ οὗ τὴν ἄνω πόλιν καὶ διὰ τῆς Ἀντωνίας τὸ ἱερὸν αἱρήσειν ἐπενόει. ἐν δὲ τούτῳ περιιόντος αὐτοῦ τοξεύεταί τις τῶν φίλων, ὄνομα Νικάνωρ, κατὰ τὸν λαιὸν ὦμον, ἔγγιον μετὰ τοῦ Ἰωσήπου προσελθὼν καὶ πειρώμενος εἰρηνικὰ τοῖς ἐπὶ τοῦ τείχους, οὐ γὰρ ἄγνωστος ἦν, διαλέγεσθαι.