Ancient Greek · ~2 min
Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους λόγος β.
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 278
Not analysed yet
ἦν δὲ ἐν μὲν τοῖς ἐλεεινοῖς ὠμότατος, ἐν δὲ τοῖς αἰσχροῖς ἀναιδέστατος. οὔτε δὲ πλείω τις ἀπιστίαν τῆς ἀληθείας κατέχεεν οὔτε ἐν τῷ πανουργεῖν δολιωτέρας ὁδοὺς ἐπενόησεν. ᾧ τὸ μὲν κατʼ ἄνδρα κερδαίνειν μικρὸν ἐδόκει, πόλεις δʼ ὅλας ἐξεδίδυσκε καὶ δήμους ἀθρόους ἐλυμαίνετο καὶ μόνον οὐκ ἐκήρυξεν ἀνὰ τὴν χώραν πᾶσιν ἐξεῖναι λῃστεύειν ἐφʼ ᾧ μέρος αὐτὸς λήψεται τῶν λαφύρων.