Ancient Greek
3 to 10
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 3-10
Not analysed yet
οὐδὲ γὰρ ἐν Ἱεριχοῦντι τῆς στρατιᾶς τὸ διάδημα περιαπτούσης αὐτῷ δεδέχθαι· τοῦ μέντοι προθύμου καὶ τῆς εὐνοίας ὥσπερ τοῖς στρατιώταις οὕτω καὶ τῷ δήμῳ πλήρεις ἀποδώσειν τὰς ἀμοιβάς, ὁπόταν ὑπὸ τῶν κρατούντων βασιλεὺς ἀποδειχθῇ βέβαιος· σπουδάσειν γὰρ ἐν πᾶσιν πρὸς αὐτοὺς φανῆναι τοῦ πατρὸς ἀμείνων. Ἐπὶ τούτοις ἡδόμενον τὸ πλῆθος εὐθέως ἀπεπειρᾶτο τῆς διανοίας αὐτοῦ μεγάλοις αἰτήμασιν· οἱ μὲν γὰρ ἐβόων ἐπικουφίζειν τὰς εἰσφοράς, οἱ δὲ ἀναιρεῖν τὰ τέλη, τινὲς δὲ ἀπολύειν τοὺς δεσμώτας. ἐπένευσε δʼ ἑτοίμως ἅπασι θεραπεύων τὸ πλῆθος. ἔπειτα θύσας ἐν εὐωχίᾳ μετὰ τῶν φίλων ἦν. ἔνθα δὴ περὶ δείλην ἀθροισθέντες οὐκ ὀλίγοι τῶν νεωτερίζειν προῃρημένων ἤρξαντο ἰδίου πένθους, ὅτε τὸ κοινὸν ἐπὶ τῷ βασιλεῖ πέπαυτο, κατολοφυρόμενοι τοὺς κολασθέντας ὑπὸ Ἡρώδου διὰ τὸν ἐκκοπέντα χρυσοῦν ἀετὸν τῆς πύλης τοῦ ναοῦ. ἦν δὲ τὸ πένθος οὐχ ὑπεσταλμένον, ἀλλʼ οἰμωγαὶ διαπρύσιοι καὶ θρῆνος ἐγκέλευστος κοπετοί τε περιηχοῦντες ὅλην τὴν πόλιν ὡς ἂν ἐπʼ ἀνδράσιν, οὓς ἔφασκον ὑπὲρ τῶν πατρίων νόμων καὶ τοῦ ναοῦ πυρὶ παραπολέσθαι. τιμωρεῖν δʼ αὐτοῖς ἀνεβόων ἐκ τῶν ὑφʼ Ἡρώδου τετιμημένων χρῆναι καὶ πρῶτον τὸν ὑπʼ ἐκείνου κατασταθέντα παύειν ἀρχιερέα· προσήκειν γὰρ αὐτοῖς εὐσεβέστερον αἱρεῖσθαι καὶ καθαρώτερον. Πρὸς ἃ παρωξύνετο μὲν Ἀρχέλαος, ἐπεῖχε δὲ τὴν ἄμυναν ὑπὸ τῆς περὶ τὴν ἔξοδον ἐπείξεως, δεδοικὼς μή ποτε τὸ πλῆθος ἐκπολεμώσας κατασχεθείη τῷ κινήματι. διὸ πειθοῖ μᾶλλον ἢ βίᾳ καταστέλλειν ἐπειρᾶτο τοὺς νεωτερίζοντας καὶ τὸν στρατηγὸν ὑποπέμψας παύσασθαι παρεκάλει. τοῦτον εἰς τὸ ἱερὸν παρελθόντα πρὶν φθέγξασθαί τι λίθοις ἀπήλαυνον οἱ στασιασταὶ καὶ τοὺς μετʼ αὐτοῦ ἐπὶ σωφρονισμῷ προσιόντας, ἐνίει δὲ πολλοὺς ὁ Ἀρχέλαος, καὶ πάντα πρὸς ὀργὴν ἀπεκρίναντο δῆλοί τε ἦσαν οὐκ ἠρεμήσοντες εἰ πλήθους ἐπιλάβοιντο. καὶ δὴ τῆς τῶν ἀζύμων ἐνστάσης ἑορτῆς, ἣ πάσχα παρὰ Ἰουδαίοις καλεῖται πολύ τι θυμάτων πλῆθος ἐκδεχομένη, κάτεισι μὲν ἐκ τῆς χώρας λαὸς ἄπειρος ἐπὶ τὴν θρησκείαν, οἱ δὲ τοὺς σοφιστὰς πενθοῦντες ἐν τῷ ἱερῷ συνειστήκεσαν τροφὴν τῇ στάσει ποριζόμενοι.