Ancient Greek · ~3 min
300 to 303
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 300-2-303
Not analysed yet
ἄλλως δʼ ὑπὸ ῥᾳστώνης καὶ τοῦ βουλεύεσθαι πάντα κακῶς περιττὸν αὐτοῖς δόξαν τὸ τεῖχος ἑτέρων μετʼ αὐτὸ λειπομένων δύο, μαλακισθέντες ἀνεχώρουν οἱ πολλοί. καὶ τῶν Ῥωμαίων ἐπιβάντων καθὸ παρέρρηξεν ὁ Νίκων, καταλιπόντες τὰς φυλακὰς πάντες εἰς τὸ δεύτερον τεῖχος ἀναφεύγουσιν. οἱ δʼ ὑπερβάντες τὰς πύλας ἀνοίξαντες πᾶσαν εἰσδέχονται τὴν στρατιάν. καὶ Ῥωμαῖοι μὲν οὕτω τοῦ πρώτου τείχους πεντεκαιδεκάτῃ κρατήσαντες ἡμέρᾳ, ἑβδόμη δὲ ἦν Ἀρτεμισίου μηνός, αὐτοῦ τε πολὺ κατασκάπτουσι καὶ τὰ προσάρκτια τῆς πόλεως, ἃ καὶ πρότερον Κέστιος. Μεταστρατοπεδεύεται δὲ Τίτος εἴσω κατὰ τὴν Ἀσσυρίων παρεμβολὴν καλουμένην, ἐπισχὼν πᾶν τὸ μεταξὺ μέχρι τοῦ Κεδρῶνος, ἀπὸ δὲ τοῦ δευτέρου τείχους ὅσον ἐξωτέρω βέλους εἶναι·