Ancient Greek · ~7 min
324 to 335
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 324-2-335
Not analysed yet
καὶ πρῶτος ἐπιβαίνει Τίτος σὺν ἑνὶ τῶν χιλιάρχων Δομετίῳ Σαβίνῳ τῶν ἀπὸ τοῦ πέμπτου καὶ δεκάτου τάγματος ὀλίγους ἄγων· ἀποσφάξαντες δὲ τοὺς φύλακας εἰσίασιν εἰς τὴν πόλιν, μεθʼ οὓς Σέκστος τις Καλουάριος χιλίαρχος καὶ Πλάκιδος τοὺς ὑπὸ σφίσι τεταγμένους εἰσῆγον. κατειλημμένης δὲ τῆς ἄκρας καὶ τῶν πολεμίων ἐν μέσῳ στρεφομένων, ἤδη δὲ καὶ ἡμέρας οὔσης, ὅμως οὔπω τῆς ἁλώσεως τοῖς κρατουμένοις αἴσθησις ἦν· καμάτῳ τε γὰρ οἱ πολλοὶ καὶ ὕπνῳ διαλέλυντο, καὶ τῶν διανισταμένων ὁμίχλη τὰς ὄψεις ἀπήμβλυνεν πολλὴ κατὰ τύχην τότε τῇ πόλει περιχυθεῖσα, μέχρι πάσης τῆς στρατιᾶς εἰσπεσούσης πρὸς μόνην τὴν τῶν κακῶν αἴσθησιν ἐξανέστησαν καὶ τὴν ἅλωσιν ἐπίστευον ἀναιρούμενοι. Ῥωμαίους δὲ κατὰ μνήμην ὧν ἐκ τῆς πολιορκίας ἔπαθον οὔτε φειδὼ εἰσῄει τινὸς οὔτʼ ἔλεος, ἀλλʼ εἰς τὸ κάταντες ἀπὸ τῆς ἄκρας τὸν λεὼ συνωθοῦντες ἐφόνευον. ἔνθα καὶ τοὺς ἔτι μάχεσθαι δυναμένους ἡ δυσχωρία τὴν ἄμυναν ἀφείλετο· θλιβόμενοι γὰρ ἐν τοῖς στενωποῖς καὶ κατὰ τοῦ πρανοῦς ὑπολισθάνοντες ῥέοντι κατʼ ἄκρας ἐκαλύπτοντο τῷ πολέμῳ. τοῦτο πολλοὺς καὶ τῶν περὶ τὸν Ἰώσηπον ἐπιλέκτων ἐπʼ αὐτοχειρίαν παρώξυνεν· κατιδόντες γάρ, ὡς οὐδένα τῶν Ῥωμαίων ἀνελεῖν δύνανται, τό γε πεσεῖν αὐτοὺς ὑπὸ Ῥωμαίων προέλαβον καὶ συναθροισθέντες ἐπὶ τὰ καταλήγοντα τῆς πόλεως σφᾶς αὐτοὺς ἀνεῖλον. Ὅσοι γε μὴν ὑπὸ πρώτην τῆς καταλήψεως αἴσθησιν τῶν φυλάκων διαφυγεῖν ἔφθασαν ἀναβάντες εἴς τινα τῶν προσαρκτίων πύργων μέχρι μέν τινος ἀπημύναντο, περισχεθέντες δὲ πλήθει τῶν πολεμίων ὀψὲ παρεῖσαν τὰς δεξιὰς καὶ τοῖς ἐφεστῶσιν τὴν σφαγὴν εὔθυμοι παρέσχον. ἀναίμακτον δʼ ἂν ἦν αὐχῆσαι Ῥωμαίοις τὸ τέλος τῆς πολιορκίας, εἰ μὴ κατὰ τὴν ἅλωσιν εἷς ἔπεσέν τις· ἑκατοντάρχης ἦν Ἀντώνιος, θνήσκει δʼ ἐξ ἐνέδρας. τῶν γὰρ εἰς τὰ σπήλαιά τις συμπεφευγότων, πολλοὶ δʼ οὗτοι πλῆθος ἦσαν, ἱκετεύει τὸν Ἀντώνιον ὀρέξαι δεξιὰν αὐτῷ πίστιν τε σωτηρίας καὶ βοήθειαν πρὸς ἄνοδον· ὁ δʼ ἀφυλάκτως ὤρεγε τὴν χεῖρα, καὶ φθάσας αὐτὸν ἐκεῖνος νύττει κάτωθεν ὑπὸ τὸν βουβῶνα δόρατι καὶ παραχρῆμα διεργάζεται.