Ancient Greek · ~1 min
333 to 334
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 333-334
Not analysed yet
Βουλόμενος δὲ Ἀντίγονος μὴ μόνον τόλμῃ τῶν σφετέρων ἀλλὰ καὶ πλήθει περιεῖναι δοκεῖν, Πάππον τινὰ τῶν ἑταίρων μετὰ στρατιᾶς ἐπὶ Σαμάρειαν περιπέμπει. τούτῳ μὲν οὖν ἦν Μαχαιρᾶς ἀγώνισμα, Ἡρώδης δὲ τὴν πολεμίαν καταδραμὼν πέντε μὲν πολίχνας καταστρέφεται, δισχιλίους δὲ τῶν ἐν αὐταῖς διαφθείρει καὶ τὰς οἰκίας ἐμπρήσας ὑπέστρεψεν ἐπὶ τὸ στρατόπεδον· ηὔλιστο δὲ περὶ τὴν καλουμένην Κανᾶ κώμην.